# Epitome historiarum (lib. 1‑18) 10.ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΖΩΝΑΡΑ..1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.%CE%92%CE%99%CE%92%CE%9B%CE%9F%CE%A3%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%91%20%CE%99%CE%A9%CE%91%CE%9D%CE%9D%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%96%CE%A9%CE%9D%CE%91%CE%A1%CE%91..1

ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΓΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. Η ΜΕΝ ΠΡΟΤΕΡΑ ΒΙΒΛΟΣ ΠΕΡΙΕΧΕΙ ΤΑ ΕΒΡΑΙΚΑ ΚΑΙ ΤΑ ΤΗΣ ΡΩΜΗΣ ΚΑΙ ΤΑ ΤΩΝ ΥΠΑΤΕΙΩΝ, ΑΥΤΗ ΔΕ ΤΑΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΙΣΤΟΡΙΑΣ. Ἐξ ἀρχῆς μὲν οὖν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προιστόρηται, βασιλεῦσιν ἡ τῶν Ῥωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύσεως, ἔκτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπά- τοις τε καὶ χιλιάρχοις , ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολιτείαις τὰ Ῥωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαίου Ἰουλίου τοῦ Καίσαρος. υἱὸς δὲ ἢν ὁ Πομπήιος Στράβωνος , ἑνὸς τῶν ἐπισήμων Ῥωμαίων καὶ στρατηγίας ἠξιωμένου , τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. ἤδη γὰρ ἐνόσει Ῥωμαίοις τὰ πράγματα , καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον ἄρχοντες , ἀλλ’ οὐ νομίμως ἄρχειν ἐβούλοντο. ὁ μὲν οὖν πατὴρ αὐτοῦ Στράβων διὰ φιλοχρηματίαν ὑπὸ Ῥωμαίων μεμίσητο , ὁ δὲ Πομπήιος ἐφιλεῖτο διά τε πίστιν ἤθους καὶ τὸ εὐέντευκτον καὶ τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν ὅπλοις ἄσκησιν. καὶ τοσοῦτον ἢν τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος , ἐπεί τε μὴ ἦν ἐμφανὴς λόγου διαδοθέντος ὅτι ἀνῄρηται παρὰ Κίννα, ὥρμησαν κατ’ αὐτοῦ οἱ μισοῦντες καὶ ἄλλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν. Οὕτω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα διεδέξατο , ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλᾳ δ’ ἀντικαθισταμένου τῷ Κάρβωνι , τούτῳ προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν ἄν τινος χάριτος πρὸς ἐκεῖνον κατήρξατο. ἦν μὲν οὗν τότε εἴκοσι καὶ τρία γεγονὼς ἔτη, καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν , καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώσαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ προσχωρούσας ἐδέχετο. εἶτ’ αὖθις Σκιπέωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύησαν, ὁ δὲ Σκιπέων ἔφυγε. καὶ Κάρβωνος δὲ ἱππέων ἴλας συχνὰς πέμψαντος κατ’ αὐτοῦ , καὶ ταύτας ἐτρέψατο , ὡς δι’ ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. οὕτω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ἵππου καὶ προσαγορευθεὶς αὐτοκράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτοκράτορα τὸν Πομπήιον. καὶ τἄλλα δὲ ταῖς πρώταις φιλοφροσύναις συνέβαινεν · ὑπεξανίστατο γὰρ προσιόντι τῷ Πομπηίῳ καὶ ἄλλα πρὸς τιμὴν ἐκείνου ἐποίει ἃ πρὸς ἄλλους οὐκ ὦπτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ’ ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ’ ἀρχὰς καθιστῶν, Πομπήιον δὲ οἰκειώσασθαι ἔσπευσεν ἑαυτῷ· καὶ πείθει αὐτὸν τὴν γαμετὴν ἣν εἶχεν ἀποπεμψάμενον ἀγαγέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, ἣν ἡ Μετέλλα, ἣ τῷ Σύλλα συνῴκει , ἐκ Σκαύρου ἐγείνατο τοῦ προτέρου ἀνδρός. ἦν δὲ τὰ τοῦ γάμου τυραννικά · ἀνδρὶ γὰρ ἡ Αἰμιλία ἤδη ἐκδέδοτο καὶ ἐκύει. Οὕτω δ’ ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· ἦν γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν , αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν , σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
