# Epitome historiarum (lib. 1‑18) 10.15.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.15.1

καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαντήσας πολὺ ἐκράτησε. τὴν δ’ ἧτταν τοῦ Ἀντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ἵρτιον καὶ τὸν Ἰούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν Ἰουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε φυλακῇ, τοῦ Ἱρτίου κατὰ τοῦ Ἀντωνίου ὁρμήσαντος. Οὕτω μὲν οὖν ὁ Ἀντώνιος ἥττητο καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν Ἀντωνίου ὢν καὶ Ποντίῳ Ἀκύλᾳ τῷ Δεκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οἵ τε τοῦ Ἀντωνίου στρατιῶται οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρσησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς ἔφυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μαθοῦσα, τῇ μὲν ἥττῃ τοῦ Ἀντωνίου ἔχαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν δὲ Καίσαρα οὔτε τινὸς μεγάλου ἠξίωσαν καὶ καταλύειν προσεπεχείρησαν, πάντα ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. ἵνα δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψησίσαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικόν ἀναθέμενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς Δολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρατιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐτοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ᾿ οὐδὲν ἐψηφίσαντο. ἀλλ᾿ ἐκεῖνοι καὶ οὕτως ὡμονόουν, τοῦ Καίσαρος αὐτοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες οὖν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, ὕπατον μὲν αὐτὸν οὐδ᾿ οὕτως ἀπέδειξαν, ἄλλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς δ᾿ ἐν οὐδενὶ λόγῳ ταύτας ἔσχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἐψηφίσαντο. Καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα ἐδόκουν μεταχειρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, ἅπερ καὶ διεθρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ὅτι παῖς ἤκουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ ὅπλα ἐτράπετο, καὶ πρός τε τὸν Ἀντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ᾿ αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας ἔμαθον τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον, θεραπεύειν τὸν Καίσαρα ἤρξαντο, καὶ τὸν πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους οὓς ἐπεποιήκει πρὸς τὸν Ἀντώνιον. ὁ δὲ τὸν πόλεμον ὑπεδέξατο, ὕπατος δι᾿ αὐτὸν ἀποδειχθῆναι πειρώμενος, πάνυ γὰρ ἦν αὐτῷ ἡ ὑπατεία δι᾿ ἔρωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρεσκεύασεν ὀμόσαι δῆθεν ἀφ᾿ ἑαυτῶν πρὸς μηδὲν τῶν στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ᾿ ἦν μήτε πρὸς Ἀντώνιον μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐ- τοῖς ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις οὖν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἐκπέπομφε τοῦτο δὲ σκηνὴ μὲν ἦν πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς εἴσπραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα ὕπατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· εἷς δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, ἄοπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, εἶπεν ‘ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει. ὁ Καῖσαρ μέντοι, ὅτι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ ὅπλα, καὶ ὅτι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν ἢ πρὸς τοῦ Καίσαρος, ἔγκλημα ἐποιεῖτο, καὶ τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ’ αὐτῶν τάχα ἐκβιασθείς, ὥρμησε. καί τινας τῶν ἰππέων ἀπέκτειναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν ἔφοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω πλησιάσασιν ἔπεμψαν καὶ ὕπατον τὸν Καίσαρα ἐψηφίσαντο. ἀλλ’ οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς στρατηγοῖς τὴν φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ ἄστεος γενομένῳ τῶν τε βουλευτόν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ οὕτω τὴν πόλιν ἀμαχεὶ κατασχὼν ὕπατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ’ ἀπαντήσας εἰς τὴν συνάθροισιν, ἵνα μὴ δοκῇ βιάζεσθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος ὁ Πέδιος, εἴγε οὕτω καλέσαι αὐτόν, ἀλλὰ μὴ ὕπαρχον δεῖ. Οὕτω δ’ ὕπατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρήματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οἴκοθεν, ἔργῳ δ᾿ ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφίσθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ’ ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς ἄλλοις καὶ εἰς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν εἴληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν εἶχε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. ἔκτοτε δὲ Γάιος Ἰούλιος Καῖσαρ Ὀκταβιανὸς ἐπεκλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν ἄλλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμβάνειν, ἒν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
