# Epitome historiarum (lib. 1‑18) 10.29.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.29.1

Ἠργμένου δὲ ἔαρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν ὄντες οἶ τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ’ αὐτοῦ οὔτ’ ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάττωντο, καὶ ὁ Ἀγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἰππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως αὐτῷ τι συμπράξωσι, τοὺς δ’ ὅπως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ἔν ἐνδείξηται ὅτι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν Ῥωμαίων ὁμόγνωμον κέκτηται. καὶ σὺν αὐτοῖς τὸν Ἰόνιον διαβέβηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κατῆρε, καλεῖται δὲ οὕτως ὅτι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ἄκτιον ἔπλει. ὡς δ’ οὐδεὶς οὔτε ἀντέπλει οὔτε ἐς λόγους ᾖ εἰ αὐτῷ ἢ πρὸς μάχην ἢ πρὸς ὁμολογίαν ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφήδρευε τῷ Ἀκτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ἄκτιον οἱ τοῦ Ἀντωνίου προκατελάβοντο καὶ πύργοις ὠχύρωσαν ἑκατέρωθεν. Ἐπεὶ δὲ τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο ὁ Ἀντώνιος, ἠπείχθη μετὰ τόν περὶ αὐτὸν εἰς τὸ Ἄκτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνάγοντος, ἀκροβολισμοῖς δ’ ἐπὶ πλείους ἡμέρας ἐχρήσατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖσαρ εἰς τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψε στρατιάν, ὅπως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ ἄκοντα τὸν Ἀντώνιον. καὶ ὁ Ἀγρίππας τῆς τε Λευκάδος καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας εἶλε καὶ τὴν Κόρινθοι παρεστήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στατίλιος τὸ ἱππικὸν τοῦ Ἀντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο· καὶ ὁ Δομίτιος ὁ Γναῖος καὶ ἄλλοι τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος μὴ ὅσοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ’ αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ὥρμησε πρὸς αὐτούς. Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ Ἀντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους ὄντας, τοῦ δὲ Ἀγρίππου, ᾧ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἷ τοῦ Ἀντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ Ἀντώνιος ἱππομαχίᾳ τινὶ πρὸς τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ τὰ ἐπιτήδεια αὐτὸν ἤρξαντο ἐπιλείπειν, βουλὴν ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσουσιν ἢ μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ ἄλλοι μὲν ἄλλα συνεβούλευσαν, ἡ δέ γε Κλεοπάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς συναπάραι αὐτοῖς εἰς τὴν Αἴγυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην ἦλθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τ̣ῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δείσασα. καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι 10 λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ἵνα μὴ εἰς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἀλλ᾿ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ ἄριστα τῶν σκαφῶν ἐκλεξάμενοι, ὅτι ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάττωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ἕτοιμα εἰς ἔκπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ Ἀντώνιος. καὶ οὕτως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ἴνα μή τι νεωτερίσωσιν ὡς ὁ Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλίγας εἶχεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις ἦσαν αὐτῷ. Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ ἄλλων τε κἀκ τοῦ Δελλίου, συνήγαγε τὸ στράτευμα καὶ εἰς μάχην δι᾿ ὧν εἴρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολλῆς εἰς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ἐμπεσούσης ἀνε- θάρσησεν ὁ Καῖσαρ καὶ τὸν ἔκπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ Ἀντωνίου, οὐ μέντοι προῄεσαν, ὥρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμίξων ἣ καὶ ἀναχωρήσαι ποιήσων, ὡς δ’ οὔτ’ ἐξώρμησαν οὔτ’ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, εἶτα συμπεσόντες ἐναυμάχουν. Ἀγχωμάλου δὲ τῆς ναυμαχίας οὔσης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθήματος παρ’ αὐτῆς δοθέντος πρὸς ἀπόπλουν ἤρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ὥρμησαν. ὁ δ’ Ἀντώνιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάντων ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ἔτι προσαπολέσουσαν. ἐκείνη δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀναληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας οὕτως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἶ συνήθεις γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ Ἀντωνίου ναυτικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ὥρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κελεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
