# Epitome historiarum (lib. 1‑18) 10.32.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.32.1

Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν Ἐλλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ἔθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ’ ἔθνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν νεμόμενοι, προἰ·όντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ ἄλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ’ ὅσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ἴστρον ἐμβάλλων ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ὄνομα. καὶ ἐν αὐτοῖς ἄλλα τε πολλά εἰσιν ἔθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οἵ τε κεκλημένοι Δαρδάνιοι. Ταῦτα μὲν οὑν ἔν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσιν ἔπραξάν τε Ῥωμαῖοι καὶ ἔπαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος τά τε ὅπλα καταθέσθαι βουλευομένου κα; τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ Ἀγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οἷς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν Ἀγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας εὕρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν ἅπαν, εἰπὼν ἤδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον εἶναι δυεῖν θάτερον, ἢ μεῖναι ἐπὶ τῶν αὐτῶν ἦι ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ ἅπαξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι εἶναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ὅπως ἀσφαλῶς τε καὶ δικαίως ἄρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πάσι δὲ ταῦτα ἐπήγαγεν εἰ ὅσα ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράττεις, οὔτε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, ἥδιστά τε καὶ ἀκινδυνότατα ζήσεις.” Οἱ μὲν οὑν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ ἄμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, εἵλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ οὔτε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ’ ἑξῆς ἔτει ἕκτον ὑπάτευσεν, Ἀγρίππα οἱ συνάρχοντος, ὃν ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν Ὀκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ νενόμιστο, ἄλλα τε πολλὰ πεποίηΚεν εἰς τιμὴν τῆς Ῥώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ ὅσα ἐπὶ Λεπίδου καὶ Ἀντωνίου ἀδίκως ἐγένοντο, δι’ ἑνὸς προγράμματος κατέλυσεν ἅπαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ἕνα μᾶλλον τιμηθείη, καὶ παρ’ ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων ἄρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν εἰσῆλθεν ἕβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ’ ὑποπτεύοντες, οἶ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἶ δ’ ἐδεδοίκεσαν. ὅθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν οὕτως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ’ ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ’ ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν ἔσχεν αὐτός, δοκήσει μὲν ὅπως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ’ οἱ πόνοι ἐπίκεινται, τῇ δ’ ἀληθείᾳ ἵνα ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. ἵνα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ἕτερα πέντε ἴτη, εἶτ’ αὖθις πέντε καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα πάλιν, πεντάκις αὐτῶ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἶ μετ’ αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αὖθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι. Πόλλα δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αὔγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ Ῥωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ’ ὀνόματι ἤχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αὔγουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πὼς, ὥσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅ τι ἔν τε τῷ Παλατίῳ λεγομένῳ ὄρει, ἐν ᾧ Φαυστοῦλος ᾤκει ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. πάσα δὲ ἐξουσία, ἥ τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ’ ἔστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης εἶναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
