# Epitome historiarum (lib. 1‑18) 10.36.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.36.1

Τῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔγουστος ἠπόρει τί ἂν πράξῃ. οὔτε γὰρ αὐτὸς στρατεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, μετέστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον ἄπειροι. ἀνάγκης δ’ ἐπικειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ἔδωκεν, ἔνα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομιζόμενος, καὶ ὁ Τιβέριος δ’ ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Ἄδδων γάρ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ὥς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ἔτρωσεν. ὁ μὲν οὖν πολιορκηθεὶς ἥλω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ ἄλλως μέντοι μὴ ὢν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ὥστε τὸν Αὔγουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν Ἰταλίαν ἐλθόντι πράττειν ὃ βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ἔνθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. ἥ τε οὖν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς Ῥόδου πρὸς τὴν Ῥώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῖόν ἄστρων μαντικῆς ἐμπειρότατος ἦν καὶ Θράσυλλον εἶχεν ἄνδρα τὴν ἀστρολογίαν ἀκρότατον· ὅθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν ὅτι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ὡς μόνον συνειδότα ὅσαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, ἤρετο δι’ ὅ,τι συννένοφε· τοῦ δὲ κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῶ διὰ τὰς ἐλπίδας ἠθέλησεν. Ἀλλὰ ταύτα μὲν οὕτω ὁ δὲ Αὔγουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ’ ἴτη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ Ῥωμαίοις αἱ εἴκοσι καὶ πέντε δραχμαὶ χρυσοῦν νόμισμα ἕν, παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα. Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ἔχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἰός τε ὤν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ’ ὑπὸ τῆς Ἰουλίας ἀναπεισθείς, ἤδη γὰρ καὶ αὕτη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα ἄλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ’ οὖν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἐώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ’ ἀπολῦσαι θαρρῶν, ἵνα μὴ καὶ ἄλλους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπισπάσηται, οὔθ’ ἡμέρας ἀφροντιστεῖν οὔτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ’ ἡ Λιβία ὁρῶσα ἤρετο αὐτὸν τί ὅτι οὐ καθεύδει. ὁ δέ “τίς ἄν” εἶπεν “ὦ γύναι, κἂν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους ἔχων ἐχθροὺς καὶ οὕτω συνεχός ἐπιβουλευόμενός;” ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλἐχθη αὐτῷ, τελευταῖον δὲ γνώμην ἔδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πὼς αὐτοὺς σωφρονίζειν, ὥστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. “οὐ γὰρ πείθειν ἢ ἀναγκάζειν” ἔφη φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ 10 δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ὅτι ἐδικαιώθησαν ἕτεροι, ἀλλ᾿ ἀπεχθάνονται μᾶλλον ὅτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται.” τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ ὕπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθείς, ὃν καὶ Ἀγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
