# Epitome historiarum (lib. 1‑18) 10.9.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/10.9.1

Τῇ’ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς περιιόντος περιιόντος περὶ τό μεσονύκτιον Καίσαρος ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον ἔδοξε λαμπρὰν καὶ φλογώδη γενομένην εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. ἤδη δὲ διαλαμψάσης ἡμέρας οἶ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ὥρμησεν εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπεται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας οὐκέτι ἦν ὁ αὐτὸς οὐδ’ ἐμέμνητο Πομ- πήιος ὢν Μάγνος, ἀλλ᾿ ὡς ὑπὸ θεοῦ βλαπτόμενος ᾤχετο ἄφθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοὐ χάρακος ἐπέβαινον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς ὑπεξῆλθεν. Ὁ δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζώους τοῖς ἑαυτοῦ κατέμιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἐδωκεν· ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς φορτηγοῦ καὶ παραπλεύσας ἐπ᾿ Ἀμφιπόλεως εἰς Μιτυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνηλίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ ἦν θυγάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. ἦν δὲ ἡ κόρη καὶ τὴν Sραν διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν, καὶ προσῆν τούτοις ἦθος περιεργίας καθαρόν. ἀκούσασα τοίνυν ἥκειν Πομπήιον μετὰ νηὸς μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγουτα, κατέπεσε χαμᾶζε καὶ ἄναυδος ἔκειτο. μόλις δ᾿ οὖν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομπηίου καὶ ἐναγκαλισαμένου “ὁρῶ σε” εἶπεν “ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θάλασσαν. ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ᾿ ἐκεῖνον, ὥσπερ ὥρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζό- μὴν δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμφορά”. ὁ δὲ πρὸς ταῦτα “μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις” ἔφη “τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν ἀνθρώπους ὄντας, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον.” Ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο. καὶ εἰς Ἀττάλειαν ἐλθών, πόλιν τῆς Παμφυλίας, εὗρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώτας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνελέγησαν. πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αἴγυπτον. καὶ μαθὼν Πτολεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. Πτολεμαίου δὲ ὄντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου ἤθροισε βουλὴν τῶν παρ’ αὐτῷ δυναμένων τὰ μέγιστα. καὶ οἶ μὲν ἀπελαύνειν Πομπήιον συνεβούλευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν ὅτι νεκρὸς οὐ δάκνει. ἐστάλησαν οὖν τινες τόν ἄνδρα μετακαλούμενοι. ὡς δ’ εἶδον οἱ μετ’ αὐτοῦ οὐ βασιλικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ’ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπτευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν οὐδὲ πλώιμον εἶναι τριήρει τὴν θάλασσαν, ὑπόψαμμον οὖσαν. ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν ἀπελευθέρων ἔνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται κεινοὐστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ. ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος ἔχων ἐν βιβλίῳ μικρῷ λόγον ὑπ’ αὐτοῦ γεγραμμένον Ἑλληνικόν, ᾡ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὐσα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομπήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος, εἶτα καὶ Ἀχιλλᾶς καὶ ἕτεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μόνον στενάξας, μηδὲν δ’ εἰπὼν ἀνάξιον ἑαυτοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἐξήκοντα ἑνὸς δέοντα βεβιωκὼς ἴτη. Οἱ δ᾿ ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέαντες ἔφυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέμεινε δὲ αὐτῷ Φίλιππος ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς Ῥωμαίου γηραιοῦ ἤδη, τὰς δὲ πρώτας στρατείας ἔτι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπιλαβομένου αὐτῷ. ὃς ἐπιστὰς τῶ Φιλίππω εἶπε “τίς ὥν, ὦ ἄνθρωπε, θάπτειν διανοῇ Μάγνον Πομπήιον;” ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, “ἀλλ᾿ οὐ μόνῳ σοί” ἔφη “τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.”

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
