# Epitome historiarum (lib. 1‑18) 11.14

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/11.14

Γάλβας δ’, ἐπεὶὅτε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο κὼ ὁ Ῥοῦφος αὐτῷ προσεχώρησεν, εχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν· ἀλλ’ οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. τοὺς δὲ συκοφαντήσαντάς τ’ ἴνας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδομαρτυαρτυρήσαντας ἐκόλασε. καὶ οἷ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. καὶ τὰ χρήματα δὲ καὶ τά κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γ’ ἑ μὴν ὑπ’ ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν. Οἱ δὲ ἐν ταῖς Γερμανίαις στρατιῶται προστησάμενοι Αὖλον Οὐιτέλλιον ἐνανέστησαν. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν πυθόμενος, Λούκιον Πείσωνα, νεανίσκον εὐγενῆ, ἐπιεικῆ, φρόνιμον, υἱοθετήσατο καὶ ἀπέδειξε Καίσαρα. ὁ δὲ Ὄθων ὁ Μάρκος ὁ Σαλούιος, ἀγανακτήσας ὅτι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβου υἱοθετήθη, ἐπανέστη ἐπανέστη αὐτῷ, τριάκοντα μόνους στρατιώτας ἑτοιμασάμενος. ἐπεὶ γὰρ θύοντι τῷ Γάλβᾳ μόνος τῶν βουλευτῶν αὐτῷ παρέστη, καὶ τοῦ ἱερόπτου ἐπιβουλευθήσεσθαι αὐτὸν εἰπόντος ἤκουσε καὶ παραινοῦντος οἴκοι μεῖναι καὶ μηδαμῇ προελθεῖν, κατέδραμέ τε εὐθὺς ὡς ἐπ’ ἄλλο τι εἰς τὸ στρατόπεδον ἀπιὼν καὶ ὑπὸ τῶν συνομωμοκότων αὐτῷ στρατιωτῶν εἰς τὸ τεῖχος εἰσήχθη, καὶ τοὺς ἄλλους στρατιώτὰς προσαναπείσας, ἢ μᾶλλον εἰπεῖν, ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρ’ ἐκείνων τε παραχρῆμα καὶ τῶν ἄλλων ἔλαβε τὴν ἀρχήν Ὁ Γάλβας δὲ μαθὼν τὰ πρασσόμενα ἔπεμψεν εἰς τὸ στρατόπεδόν τινας ὡς μεταπεῖσαι τοὺς ἐν αὐτῷ δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, φάσκων “θάρσει, αὐτοκράτορ · Ὄθωνα γὰρ ἀπἐκτεινα.” πιστεύσας οὖν ὁ Γάλβας εἰς τὸ Καπιτώλιον ὡς θύσων ὥρμησε. καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἀπαντήσαντες αὐτῷ ἱππεῖς καὶ πεζοὶ ἐκεῖ τὸν γέροντα, τὸν ὕπατον, τὸν ἀρχιερέα, τὸν Καίσαρα, τὸν αὐτοκράτορα πολλῶν ὁρώντων κατέκοψαν· καὶ τὴν κεφαλὴν ἀποκόψαντες κοντῷ ἐνέπειραν. καὶ ὁ μὲν οὕτως ἐφονεύθη, τοῦτο μόνον εἰπών “καὶ τί κακὸν ἐποίησα;” ἀπέθανε δὲ καὶ ὁ Πείσων καὶ ἄλλοι συχνοί. πράξαντες δὲ ταῦτα οἶ στρατιῶται, καὶ τὰς κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Ὄθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ὥστε τοὺς βουλευτὰς καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Ὄθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσασθαι. οὐκ ἐλάνθανε δὲ ὅτι αὐτὸς τὴν βουλὴν ἐβιάζετο καὶ ὡς ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε. Γάλβᾳ μὲν οὖν ζήσαντι ἔτη δύο καὶ ἑβδομήκοντα

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
