# Epitome historiarum (lib. 1‑18) 11.4.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/11.4.1

Καὶ ὁ μὲν Τιβέριος οὕτως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμαζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ’ ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οἶα παιδί, ᾧ μηδ’ εἰσελθεῖν ἐξῆν εἰς τὸ βουλευτήριον, ἄρχειν τῶν ‘Ρωμαίων ἐπιτρέψαντος. τῆς μὲν οὖν ἀρχῆς αὐτὸν οὕτως αὐτίκα παρέλυσε καὶ μετὰ τοῦτο εἰσποιησάμενος ἀπέκτεινεν ὡς τελευτῆσαι αὐτὸν εὐξάμενον, χρήματα δὲ πολλὰ τοῖς στρατιώταις καὶ τῷ δήμῳ διένειμε, τὰ μὲν ἐκ τῶν Τιβερίου διαθηκῶν, τὰ δὲ ἐκ τῶν τῆς Λιβίας, ἃ ὁ Τιβέριος οὐ παρέσχε. καὶ εἴπερ καὶ τὰ λοιπὰ δεόντως ἀνήλισκε, μεγαλόνους ἂν καὶ μεγαλοπρεπὴς ἔδοξε· νῦν δὲ καὶ εἰς ὀρχηστὰς καὶ ἵππους καὶ μονομάχους καὶ τοιουτότροπα ἕτερα ἀπλήστως δαπανῶν, καὶ τοὺς θησαυροὺς μεγάλους γεγονότας διὰ βραχέος ἐξεκένωσε καὶ ἑαυτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ καὶ ἀκρισίᾳ κἀκεῖνα πεποίηκε. καὶ οὐδ’ ἐς τρίτον ἔτος μέρος αὐτῶν τι διέσωσεν, ἀλλ’ εὐθὺς παμπόλλων προσεδεήθη. Τῷ δ’ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ ἄλλα ἐκέχρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, ἄλλας δὲ ἤ δὴ ἐκδεδομένας καὶ συνοικούσας τισὶν ἀποσπάσας, πλὴν μιᾶς τὰς ἄλλας ἐμίσησε· πάντως δ’ ἂν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν Ἀντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ὥστε καὶ ἄλλους ἐκ τούτου χαριεῖσθαί οἷ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· εἶτα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ’ οἶς κατ’ ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας ἐκεῖνον ἐκάκιζεν, καὶ τοὺς ἐπαινοῦντας ὡς φίλους ἐκείνου ἐμίσει· καὶ παμπληθεῖς ἀπέκτεινε τῶν κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ τὸν Τιβέριον ἐρεθισάντων, καίτοι τὴν ὀργὴν αὐτοῖς ἀφεῖναι λέγων καὶ τὰ γράμματα καταφλέξαι αὐτῶν. καὶ ναοὺς δὲ ἑαυτῷ καὶ θυσίας ὡς θεῷ γίνεσθαι ἐκέλευσεν. αἰτούμενός τέ τι ὠργίζετο, καὶ αὖθις ἐμηνία ὡς μὴ αἰτούμενος· ὀξύς τ’ ἐπί τινας πράξεις ἐφέρετο, καὶ νωθέστατα ἐνίας μετακεχείριστο· τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε, καὶ ῥυπαρώτατα ἠργυρολόγει· τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἠδικηκότας ἀπ’ ἔκτεινε. καὶ τῶν ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε, τοὺς δὲ ὑπερύβριζε. τοιούτῳ δὲ τὸ σύμπαν οἶ Ῥωμαῖοι τότε παρεδόθησαν αὐτοκράτορι ὥστε τὰ τοῦ Τιβερίου ἔργα , καίτοι δο- κοῦντα παγχάλεπα, τοσοῦτον τὰ τοῦ Γαίου παρενεγ- κεῖν ὅσον κρείττω ἐκείνων τὰ τοῦ Αὐγούστου εἶναι ἐδόκουν. Τιβέριος μὲν γὰρ ἦρχε καὶ τοῖς ἄλλοις ὑπηρέταις πρὸς τὸ αὐτοῦ ἐγέχρητο βούλημα, Γάιος δὲ ἤρχετο μὲν ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς λοιποῖς τοῖς περὶ τὴν σκηνήν. τὸν γοῦν Ἀπελλῆν τῶν τότε τραγῳδῶν τὸν εὐδοκιμώτατον καὶ δημοσιεύων συνόντα αὐτῷ εἶχεν ἀεί, καὶ χωρὶς μὲν ἐκεῖνος, χωρὶς δ’ οἱ λοιποὶ πάνθ’ ὅσα ἂν τοιοῦτοι δυνηθέντες τολμήσειαν, ἐπ’ ἐξουσίας ἐποίουν. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίνετο, συσπουδάζων καὶ ἀντιστασιάζων τισίν· εἶτα καὶ ἅρματα ἤλασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐκέχρητο καὶ τραγῳδίαν ὑπεκρίνετο. ἅπαξ δὲ τοὺς πρώτους τῆς γερουσίας νυκτὸς ὡς ἐπί τι ἀναγκαῖον μεταπεμ- ψάμενος ὠρχήσατο. Ἐν μὲν οὖν τῷ ἔτει, ἐν ᾧ ὁ Τιβέριος ἐτελεύτησε, τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ ιβερίου γράμματα, ὡς ἔλεγεν, ἔκαυσεν, ἐπῃνεῖτό τε ἐπὶ

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
