# Epitome historiarum (lib. 1‑18) 11.9.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/11.9.1

Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο ἄνθρωποι, ἐπ’ αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς οὖν οὕτως αἵματος καὶ φόνων ἀναπίμπλασθαι, προπεετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου οἵ τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, καὶ πάνθ’ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοὐ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνεενεγκὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε. Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα ἐπὶ Κλαυδίῳ οἶ Ῥωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ’ ἑτέρων τε καὶ ὑπ’ Ἀννίου Βινικιανοῦ, ὃς πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς Δαλματίας ἄρχοντα ἔπεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως ἔχειν ἐκστῆναι αὐτῷ τοῦ κράτους ἐθελοντής, ὅμως τὸν θάνατον αὐτοῦ μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας ἄλλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκό- λασε. συχνοὶ δὲ ἄλλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί- σαντο ἑαυτούς. ἡ γὰρ Μεσσαλῖνα καὶ ὁ τοῦ Κλαυδίου ἀπελεύθερος Νάρκισσος οἷ τε συναπελεύθεροι αὐτοῦ, τῆς ἀφορμῆς ταύτης λαβόμενοι, οὐδενὸς τῶν δεινοτάτων ἀπέσχοντο. ἄνδρες τε οὖν πολλοὶ καὶ γυναῖκες ἐκολάσθησαν· τινὲς δὲ καὶ τῶν πάνυ ὑπαιτίων ἐσώθησαν, οἶ μὲν χρήμασιν , ἔνιοι δέ γε καὶ χάρισι. Γαλαῖσος δέ τις ἀπελεύθερος τοῦ Καμίλλου ἐν τῷ βουλευτηρίῳ τοῦ Ναρκίσσου παρελθόντος εἰς τὸ μέσον καὶ εἰπόντος αὐτῷ “τί ἂν ἐποίησας, Γαλαῖσε, εἰ Κάμιλλος ἐμονάρχησεν;” ἀπεκρίνατο ὅτι “εἱστήκειν ἂν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.” Ἀρρία δὲ γυνὴ Καικίνου ὑπάτου οὖσα, εἰ καὶ τῇ Μεσσαλίνῃ σφόδρα ᾠκείωτο, οὐκ ἤνεγκε ζῆν τοῦ ἀνδρὸς θνήσκοντος, ἀλλὰ καὶ τὸν ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε. τὸ γὰρ ξίφος λαβοῦσα ἑαυτὴν ἔπληξε κἀκείνῳ ἐπέδωκεν εἰποῦσα “ἰδοὺ Παῖτε, οὐκ ἀλγῶ.” καὶ οἶ μὲν ἐπὶ τούτοις ἐπῃνοῦντο, Κλαύδιος δὲ οὕτως πρὸς τὰς κολάσεις ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, χρὴ ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἶ ἀπελεύθεροι αὐτοῦ οὕτως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ ἄλλα πάντα ἐπώλουν καὶ ἐκαπή- λευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀντεῦθεν βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. Αὔλου δὲ Πλαυτίου ἐς τὴν Βρεττανίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, εἶτα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρίσαντος, ἐκεῖνος τὰ οἴκοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυὑπάτου πατευκότι ἐγχειρίσας ἐξεστράτευσε. καὶ πρὸς τὸν Ὠκεανὸν ἀφικόμενος εἴς τε τὴν Βρεττανίαν περαιωθεὶς μετὰ πλείονος παρασκευῆς καὶ ἐλεφάντων συνέμιξε μῖξε τοῖς στρατεύμασι. καὶ μετ’ αὐτῶν τοῖς βαρβάροις συμβαλὼν ἐνίκησε καὶ τὸ βασίλειον αὐτῶν εἷλε. καὶ εἰς τὴν Ῥώμην ἐπανῆλθε, τὴν ἀγγελίαν τῆς διὰ τῶν γαμβρῶν τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ προπέμψας. μαθοῦσα δὲ ταῦτα ἡ γερουσία Βρεττανικὸν καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ ἐπεκάλεσε, καὶ πολλὰ αὐτοῖς ἐψηφίσατο ἕτερα. Ἡ δὲ Ηεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνηστῆρος ὠνομασμένου, ἐπεὶ μήθ’ ὑποσχέσεσιν αὐτὸν μήτ’ ἐκφοβήσεσιν ἀν’ ἔπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι αὐτῷ πειθαρχεῖν αὐτῇ, ὡς ἐπ’ ἄλλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου ὅσα προστάττεται παρὰ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ’ ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοιχεύετο. Βινίκιος δὲ ὅτι μὴ ἠθέλησεν αὐτῇ συμφθαρῆναι, φαρμάκῳ ὑπ’ αὐτῆς διεφθάρη. ἤσχαλλον δὲ οἶ Ῥωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες. Τῷ δ’ ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ἔτει τῇ Ῥώμῃ ὄντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. ὅτε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν ὅτι ‘χρυ- σαῖς σε πέδαις δήσω.” καὶ οὕτω τῷ ἀξιώματι πεδηθεὶς κατὰ χώραν ἔμεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν ὅτι ‘οὐχ ὁμοίως δεῖ ψύλλαν καὶ θηρίον ἀμύνεσθαι.” ἄλλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν Ἀσιατικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέκτεινε· τὸν μὲν Ἀσιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέντοι ὡς ἐπ’ ἄλλοις τισίν. ἐπεὶ δὲ πολλοὺς δούλους νοσοῦντας οὐδεμιᾶς θεραπείας οἶ δεσπόται ἠξίουν, ἀλλὰ καὶ τῶν οἰκιῶν ἐξώθουν, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοὐ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. γεννηθέντος δέ οἶ ἐγγόνου ἐκ τῆς Ἀντωνίας τῆς θυγατρός, ἣν Κορνηλίῳ Φαύστῳ Σύλλα ἀδελφῶ τῆς Μεσσαλίνης ὄντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἀφῆκε ψηφισθῆναι, μετριοφρονῶν. ἡ δὲ Μεσσαλῖνα καὶ οἶ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. ἦσαν δέ τρεῖς οἶ μάλιστα τὸ κράτος διειληφότες · ὅ τε Κάλλιστος, ὃς ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέτακτο· καὶ ὁ Νάρκισσος, ὃς τῶν ἐπιστολῶν ἐπεστάτει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ᾧ ἡ τῶν χρημάτων διοίκησις ἐμπεπίστευτο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
