Ancient Greek · ~16 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.17.1
Not analysed yet
ἴν εἴη πᾶσι περίοπτος. Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἶ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια- φοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυἐμπαιζομένους, άλλὰ μὴν καὶ αἰκιζομένους. εἰτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὦν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μήνας τρεῖς. Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μήνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἴε τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς εῖ, ὡς ἤδη μοι ἐρρήθη, προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα νοσήσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· διαγασῇ καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί. Οἶ’ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν. Οἶ’ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, ἐπὶ ἕξ ἐνιαυτοὺς αὐταρχήσαντα. Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμᾐ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἕξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι) παρεἶναι καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐτῶν τῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί “ἄξιος” ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο.