# Epitome historiarum (lib. 1‑18) 12.18

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/12.18

Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις δορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τ’ ἑ τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κᾶρας Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκέα καλοῦ μένον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἶ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἶ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ἴξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμονίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
