Ancient Greek · ~17 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.23.1
Not analysed yet
ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπσναστάδεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστησαν ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλαχρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλείστα σκῦλα λαμβάνουσιν ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ οἶ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν. Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν ’Eδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἶ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο- σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴ ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου. Οἶ’ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἶ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισάρειαν δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἶ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέδον τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν. Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἶ μέντοι Ῥωμαῖοι φυγόντες, ὥς εἴρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἶς ἐκεῖνος περιαλγήσας οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Πέρσιδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαι- ἐμπαιζόμενος. Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν. Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἔν οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα. Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξυστὸς, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μαζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο Διονύσιος.