Ancient Greek · ~11 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.26
Not analysed yet
Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν τῶνστρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἶ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα “Κλαύδιος ὁ ἳππαρχος ἠδίκησέ με.” ὁ δέ “ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο εἶπεν “ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν.” Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιξομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.” Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ. μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἶ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ- γῶν καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης επῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμα- Χίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχάνειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ἴ’ ’ν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχεί- ῥισὶν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἶ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἴνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἶ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος. Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ’ν Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ.