Ancient Greek
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.32.1
Not analysed yet
Τοῦ διωγμοῦ δ’ ἐπιταθέντος, καὶ ἀναριθμήτων ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ἔτι πλεοναζόντων, ἐκμανέντες οἶ τύραννοι οὗτοι περὶ τὸ πλεοναζόντων, ’τον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι. Ἡδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου ἄμφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν ὄχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οἶς δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν D καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο. Ἀλλ’ ἐνταῦθα δηλωθῆναι καλὸν ὅθεν τὸ τοῦ θριάμβου ἐξείληπται ὄνομα. φασὶν οὖν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, ἅ ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσωπα δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίξεται θριάμβους τὰς ἐπινικίους πομπάς. ἕτεροι δέ φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν οἱ 643 οἶ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τݲ τὸ θݲ διὰ τὸ εὐφωνότερον. Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ’ ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρικῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ ἀνεῖπον. Ἐκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Ἄλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν.