# Epitome historiarum (lib. 1‑18) 12.5.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/12.5.1

Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο καὶ ἦν Ῥωμαίοις ἅπασι χαλεπώτατος, ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ὅσα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι’ εὔνοιαν ἐψηφίζοντο. ἄλλα τε οὖν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ’ αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ- μηντο ὧδε, Ἀμαζόνιος, Ἀνίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αἴλιος, Αὐρήλιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Λούκιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Ῥωμαῖος Ἡρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ πολλοὺς ἔστησαν αὐτῷ ἀνδριάντας ἐν Ἡρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ’ αὐτὸν ἀπ’ αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς ἄλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα· ὅθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, οὓς μὲν ἐφόνευεν, οἶς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν. Ἡρματηλάτει δὲ οἴκοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο ποιῆσαι, καὶ ἐμονομάχει, οἴκοι μὲν μέχρι φόνου, ἐν δέ γ’ ἑ τῷ θεάτρῳ ἀσιδήρως καὶ αἵματος ἀνθρωπίνου χωρίς. οἴκοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ὦτα, ἐν ἴων δ’ ἕτερόν τι. εἰσιὼν δ’ ἐς τὸ θέατρον τῷ τοῦ Ἑρμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος. ἐφρόνει δὲ μέγα καὶ ὅτι ἦν ἐπαρίστερος. κάμνων δ’ ἐν τῷ ἀγωνίζεσθαι ἔπινε, καὶ οἶ τῆς βουλῆς καὶ οἶ τῶν ἱππέων παρόντες “ζήσειας” ἐξεβόων· καί “κύριος εἶ” καί “πρῶτος εἶ” καί “πάντων εὐτυχεστάτας νίκας νικήσεις” καί “Ἀμαζόνιε νικᾷς” κράζειν συνεχῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους ἢ τούτους πεπηρωμένους ἐκ νόσου ἢ συμφορᾶς ἀθροίσας ποτέ, καὶ δρακόντων εἴδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οἷα γίγαντας ὡς Ἡρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε. Μέλλων δ’ αὖθις μονομαχῆσαι ἐνετείλατο τοῖς ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὃ οὐκ εἴθιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ἔτυχε τεθνηκώς· καὶ τὸ κράνος δ’ αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι’ ὧν οἶ τελευτῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ἤδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος ἅπασιν ἔδοξε. καὶ τοῦτο μετ’ ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ἔπαρχος καὶ ὁ πρόκοιτος Ἔκλεκτος, τοῖς ὑπ’ αὐτοῦ γι·νομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν αὐτῷ· ὁ δέἠπείλει σγίσι καὶ ἐμηνία· κἀκεῖνοι κείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι φάρμακον. μὴταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου λουόμενον, ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ὃν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο. Ἐν δέ γε τῷ πρώτῳ ἔτει τῆς μοναρχίας Κομόδου Ἰουλιανὸς τὴν ἐπισκοπὴν Ἀλεξανδρείας ἐνεχειρίσθη, Ἀγριππίνου ἐπὶ δώδεκα ἔτη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρωματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπουδαστής τε καὶ κῆρυξ τοῦ καθ’ ἡμὰς μυστηρίου. ἀνωτέρω δὲ τῆς Ἱεροσολύμων ἐκκλησίας ὁ λόγος ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαι, τῆς πόλεως παρὰ Ἀδριανοῦ ἀνοικοδομηθείσης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ὃν Κασσιανὸς διεδέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον Ἰουλιανός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ’ ἐφ’ ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. εἶθ’ ἕτερος Ἰουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν Ἱεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ’ ἔτει τῆς Κομόδου ἀρχῆς Ἐλεύθερος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ’ ἔτη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ Ἰουλιανοῦ ἐπὶ δέκατον ἔτος τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ὄγδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ Ἀπολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν Ῥώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
