# Epitome historiarum (lib. 1‑18) 12.6.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/12.6.1

Ὁ μὲν οὖν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, ὡς εἴρηται, κἀκεῖνος διέφθαρτο· οἶ δὲ περὶ τὸν Ἔκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, ὅτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχἐ- σεσι τοὺς στρατιώτας προσεποιήσατο. εἶτα εἰς τὸ συνέδριον ἀφικόμενος εἶπεν ὅτι “ὠνόμασμαι ὑπὸ τῆς στρατιὰς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων δυσχἐρειαν.” ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. ἤθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ἤδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ἕτερα. Λίβυς δ’ ἦν ὁ Περτίναξ ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας. ἦν δ’ εὐπροσήγορος, ἤκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ὅσα οἱ ἐδόκει. Οὕτω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς ἄλλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. ὅσα γοῦν διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτιμία μία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ’ αὐτοῦ. τοσαύτη δὲ χρημάτων ἔνδεια κατὰ τὸ βασίλειον ἦν ὡς πέντε καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρεθῆναι μόνας. μόλις δ’ οὖν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ὅπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις ἃ ὑπέσχετο ἔδωκε καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. ὅσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον. Ὁ δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ Κόμοδον ὕβριζε. καί τινας βαρβάρους, χρυσίον παρ’ ἐκείνου κομισαμένους ἐπ’ εἰρήνῃ πολύ, ἔτι τυγχάνοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, φράσατε τοῖς οἴκοι” φήσας “ὅτι Περτίναξ ἄρχει”· ᾔδεσαν γὰρ τὸ ὄνομα τοῦ ἀνδρὸς ἐξ ὧν ἐπεπόνθεισαν. καὶ ἄλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ’ οὐκ ἐπὶ μακρὸν οὗτος ἔμεινε πιστὸς τῷ Περτίνακι. ὧν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ’ αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ’ αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον σὺν τῷ Λαίτῳ. διὸ τὸν ὕπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ὃ μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών “μὴ γένοιτο” ἔφη “τινὰ βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.” Ὁ δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος ἔφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ὥρμησαν. ὡς δ’ ἐντὸς ἐγένοντο, ἡ γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, οὔτε τοῦτ’ ἐποίησεν οὔτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ’ ἐλπίσας ἴσως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ’ εἶς αὐτῶν προπηδήσας “τοῦτό σοι” ἔφη τὸ ξίφος δείξας “οἱ στρατιῶται πεπόμφασι”, καὶ αὐτὸν ἔπληξε, καὶ οἱ ἄλλοι συνεκι- νήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Ἔκλεκτον. εἶτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι δόρατι περιπείραντες περιῆγον, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ἔτη ἑπτὰ καὶ ἐξήκοντα δέοντα τεσσάρων μηνῶν, ἄρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
