Ancient Greek · ~17 min
Book 12
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 12.7.1
Not analysed yet
Διαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ’ ἐκείνου ἵνα τὰ ἐκεῖ καταστήσηται, ἔμεινεν ἐν αὐτῷ καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ ἄπληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ἔξωθεν, ὁ δὲ Σουλπικιανὸς ἔσωθεν, τὴν Ῥώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν καὶ λεγόντων ἑκατέρῳ ὅτι “τόσον οὗτος” καί “τόσον ἐκεῖνος δίδωσι, τί οὖν σὺ προδτίθης;” ὅμως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ Ἰουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οἷα δὴ κηδεστῇ. Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον Ἰουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον, δορυφόρους παμπληθεῖς ἐπαγόμενος, ἕνα δι’ ἐκείνων καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον δεδίξηται. καὶ εἶπε πρὸς τὴν βουλὴν ὅτι καὶ ὑμεῖς ἄρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν.” εἰ οὖν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον. Τῇ’ δ’ ὑστεραίᾳ οἷ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ἵνα μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ’ αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθήματος ἅπαντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ ἅρπαγα τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόησαν “οὐ θέλομεν, οὐ λαμβάνομεν.” ὁ δὲ Ἰουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν Ἰουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ ὅπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον, ἔνθα νύκτα τε καὶ ἡμέραν διήγαγον ἄσιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας. εἶτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσύχαζον. Ἰουλιανὸς δὲ οὕτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ’ ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο. Καὶ ταῦτα μὲν κατὰ τὴν Ῥώμην ἐπράττετο· οἱ δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς ὄντες, ὅ τε Σευῆρος τῆς Παννονίας ἄρχων, τῆς Συρίας δ’ ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ Ἀλβῖνος, εἰς καθαίρεσιν τοῦ Ἰουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκίνηντο. τῶν ἄλλων δὲ ὁ Σευῆρος δεινότερος ὢν ἐλογίσατο ὡς, εἰ τὸν Ἰουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ἔγνω τοίνυν τὸν ἴνα προσοικειώσασθαι. ὅτι δὲ καὶ πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ὤν, καὶ μέγα φρονεῖν αὐτὸν εἴκαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, ὡς εἴρηται, πρὸς τὸν Ἀλβῖνον ἀπένευσε, καὶ δι’ ἀπορρήτων αὐτῷ ἔγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ὃς κατὰ χώραν ἔμεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν Ῥώμην ἠπείγετο. Καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψηφίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ὅτι γὰρ ἐνόμιζε μὴ ἄν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτίνακα, εἴ γε δὴ συνεκέκλειστο, ᾤετο ὡς δυνήσεται κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, ἂν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ἄνδρα δολοφονήσοντας. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν Ἰταλίαν εἰσέβαλε καὶ τὴν Ῥάβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἶ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ Ἀθήναιον, οὕτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν ἄσκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν Ἰουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ Ἰουλιανός ἐφονεύθη, εἰπών “τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπἐκτεινα;” ἐβίω δὲ ἔτη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, ἄρξας ἡμέρας ἐξήκοντα.