# Epitome historiarum (lib. 1‑18) 12.8.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/12.8.1

Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ’ ἄλλους ὀνειδίσας πικρότατα τῶν τε ὅπλων ἀπεῖρξε καὶ τοὺς ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασε. καὶ οὕτως εἰς τὴν Ῥώμην εἰσήλασε βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ἄνθεσί τε καὶ δάφναις ἅπασα ἐστεφάνωτο, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. δαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ὤμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ’ οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν Ἰούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύδαντος συγγραψάμενον οὐ πολλῷ ὕστερον ἔκτεινε, καὶ ἴλλους ἀνεῖλε πολλούς· καὶ τῆ βουλῇ οὐ καταθύμια ἔπραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς Ἰταλίας εἶναι καὶ ἄλλων ἐθνῶν ἐπιεικεστέρων τοῖς εἴδεσι καὶ ἁπλουστέρων τοῖς ἤθεσιν, ἐκεῖνος παρὰ τὸ ἔθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων. Ἐγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. ἔδοξέ ποτε ὄναρ λύκαιναν θηλάζειν, ὡς περὶ Ῥωμύλου ἱστόρηται· καὶ ὕδωρ καθεύδοντος δοντος ὥσπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ’ ὕπνους αὐτῷ ἡ τῶν Ῥωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος προσῄει τε καὶ ἠσπάζετο. καὶ αὖθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ C ἵππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. ἔφηβος δὲ ὢν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ’ οὐκ ἐκ προνοίας ὕπαρ ἐκάθισεν. Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θανότος πολυτελεστάτην ἐποίησεν. εἶτα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ὃς Ἰταλὸς ἦν ἐξ ἱππέων, οὐ τῶν πάνυ δ’ ἐπισήμων. καὶ διαφόρων πολέμων συγκροτηθέντων τέλος ἐν Ἰσσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αἳ διὰ τὴν τοῦ τόπου στενότητα οὕτω κέκληνται, ἔνθεν μὲν γὰρ ὄρη ἀνατείνει D ἀπότομα, κρημνοὶ δ’ ἐκεῖθεν βαθεῖς καθήκουσιν τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. οὗ τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος παρ’ αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς “ἐγὼ οὔτε σὲ οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ έν τῇ ἐκείνου μερίδι οὐ σοὶ πολεμήσειν ἤθελον, ἀλλ’ Ἰουλιανὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ’ οὐδ’ ὅτι μὴ πρὸς σὲ ὕστερον μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ ἂν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα , αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ὅ,τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ.” τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν ἔχειν τῆς οὐσίας τὸ ἥμισυ. Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θανόντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν, ἐπὶ χρόνον πολιορκούμενοι τριετῆ. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ἥλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήπθησαν, ὅμως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ἃς ἔπλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ὅτε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ἵππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ἤσθιον. καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ’ ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. εἶτα καὶ ἄκοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ Ῥωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος ἥσθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν- τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν ἢ τῆς δόξης αὐτοὺς ἐστέρησεν ἣν ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ Ῥωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ D τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· ἦν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
