# Epitome historiarum (lib. 1‑18) 13.14

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/13.14

Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ’ ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἄπαντες ἀντεβόησαν εἶναι χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος τὴν ἀρχὴν τοῖς Πέρσαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκός. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας πόλεων περιφανῶν ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ’ ὧν θρηνούντων καὶ ἀνέδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις μαίοις ἀνηκόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἶ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι, σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπορεῖν. μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου τῶν ἐκκλησιῶν ἐξηλάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Θαρσὸν γεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ, ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γενόμενος κἀκεῖθεν ἀπάρας καὶ σταθμὸν προελθών, εἰς Δαδάστανά τε καταλύσας, αἰφνίδιον τετελεύτηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητηρίους φαγέων· ἦν γὰρ λιτὸς περὶ δίαιταν· ὡς δ’ ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδαρθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων ἀναφθέντων ἐντός, ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι’ αὐτῆς ἀπεπνίγη κοιμώμενος, μηδ’ αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτοῦ Βαρωνιανῷ. θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπάζοντες τὴν Νίκαιαν κατειλήφασι, καὶ γεγονότες ἐκεῖ περὶ βασιλέως ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ’ ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ᾿ ἀπηνήνατο, τὸ γῆρας εἰς παραίτησιν προβαλλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱόν, οὐ κατένευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα τὸν Οὐαλεντινιανὸν ἐψηφίσατο. ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγαθοθελής. οἴνου δ᾿ ἥττητο καὶ ἀφροδισίων, καὶ τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος, ἐν τόπῳ κατάντει προϊόντος, ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ᾿ ἐκ τοὐτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ᾿ ἐκ μαντείας ἔγνω τοῦτό τινος, εἶπεν “αἴθε κἂν ἄνθρωπος”. ἦρξε δὲ οὐδ᾿ ὃλους μῆνας ὀκτώ. ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
