Ancient Greek · ~23 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.16.1
Not analysed yet
Οὐάλης δὲ τῶν ἀρειανιζόντων ὑπερμαχῶν ὡς ὁμογνώμων αὐτοῖς, τοὺς ὀρθοδόξους ἐδίωκε καὶ πολλὰ ἐπήνεγκεν αὐτοῖς τὰ δεινά, τῇ οἰκείᾳ συζύγῳ Δομνίνᾳ πειθόμενος. καί ποτε ἐν Νικομηδείᾳ διάγοντι, προσῆλθον αὐτῷ εἰς πρεσβείαν ἐκ τοῦ τῶν ὀρθοδόξων συστήματος ἄνδρες ἱερατικοὶ ὀγδοήκοντα, οὓς ἅπαντας σὺν τῷ πλοίῳ, δι᾿ οὗ ἐκομίζοντο, καυθῆναι προσέταξε. καὶ κατεφλέχθησαν πάντες ἐν μέσῃ τῇ θαλάσσῃ σὺν τῇ νηὶ ἄχρι Δακυβίζης διαρ- κεσάσῃ. ὧν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος μέμνηται, λέγων, Πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι. οὐ μόνον δὲ τοὺς ὀρθοδόξους ἐκόλαζεν, ἀλλὰ καὶ τὰς ἐκκλησίας ἁπάσας ἀπένεμε τοῖς Ἀρειανοῖς, τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκδιώκων αὐτῶν. λέγεται γοῦν καὶ τῆς ἐν Νικαίᾳ καθολικῆς ἐκκλησίας ἐκδιωχθέντας τοὺς τοῦ ὀρθοῦ δόγματος τῷ μεγάλῳ προσελθεῖν Βασιλείῳ, κἀκεῖνον πρεσβεῦσαι περὶ τούτου πρὸς τὸν Οὐάλεντα, τὸν δὲ μὴ πείθεσθαι, καὶ τὸν μέγαν φάναι Βασίλειον ὡς ἐπιτρεπτέον, ὦ βασιλεῦ, τὴν περὶ τούτου κρίσιν τῷ θεῷ, καὶ κλεισθήτω μὲν ἀσφαλῶς ὁ ναός, ἐκτὸς δ’ ἑστῶτες οἱ τὰ Ἀρείου φρονοῦντες δείσθωσαν τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως αὐτοῖς ἀνοιχθῇ ὁ ναός, ἐχέτωσαν αὐτόν· εἰ δὲ μὴ ἀνοιγῇ, ἐπιτρεπτέον καὶ ἡμῖν δεηθῆναι τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως ἀναπετασθῶσιν αἶ πύ- λᾶι, νομιστέον ἐκ θεοῦ προσκληρωθῆναι ἡμῖν τὸ θεῖον τεμένισμα· εἰ δὲ οὐδ’ ἡμῖν τὸ ἱερὸν ἀνοιγῇ, καὶ οὕτως ἀνείσθω αὐτὸ τοῖς ἀρειανίζουσιν. ἤρεσε ταῦτα τῶ βασιλεῖ, καὶ γενέσθαι οὕτως ἐπέτρεψεν. ἐκλείσθη οὖν πάντοθεν ὁ ἐν Νικαίᾳ ναός. ἐδέοντο οἱ ἀρειανίζοντες καὶ ἠδολέσχουν ἐφ’ ἱκανόν, ὁ δὲ ναὸς οὐκ ἠνέῳκτο. ὀψὲ δέ ποτε τῶν αἱρετικῶν μεταστάντων, οἱ ὀρθόδοξοι τοῦ μεγάλου Βασιλείου προισταμένου αὐτῶν τῆς δεήσεως ἤρξαντο· καὶ αὐτίκα τῶν κλείθρων διαρραγέντων καὶ τῶν μοχλῶν, αἱ πύλαι διέστησαν ἀπ’ ἀλλήλων, καὶ τῶν εἰσόδου τοῖς πιστοῖς παρεχώρησαν. οὗτος ὁ βασιλεὺς Ἕλλησι μὲν ἐδίδου θυσίας ποιεῖν, Ἰουδαίοις προσέκειτο· τοῖς δ’ ὀρθοδόξοις μόνοις ἀντέκειτο. Σκυθῶν δὲ τὴν C Θρᾳκῴαν καὶ Μακεδονικὴν κατατρεχόντων χώραν, ἐξῄει τούτοις ἀντιταξόμενος. ὅτε καὶ ὁ μέγας πατὴρ Ἰσαάκιος ἐφίππῳ αὐτῷ ἐντυχών “ἀπόδος” ἔφη “τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, ὦ βασιλεῦ, καὶ ἴσθι ὡς ἐπανήξεις νενικηκώς· εἰ δὲ κατὰ θεοῦ στρατεύῃ, οὐκ ἐπανήξεις ἐκεῖθεν.” ὠργίσθη ἐπὶ τούτοις ὁ δυσσεβέστατος βασιλεύς, καὶ φρουρεῖσθαι προστάττει τὸν ἅγιον, ἴως ἐπανελεύσεται. ὁ δὲ “εἰ σὺ ὑποστρέψεις” ἴφη “οὐ λελάληκεν ἐν ἐμοὶ ὁ θεός”. καὶ ἐν ὀνείρῳ δὲ ἐθεάσατο ὁ Οὐάλης ἄνδρα τινὰ λέγοντα αὐτῷ, τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν, ἔνθα μόρος σε δεινὸς ἁρπάζει, τάλαν. διυπνισθεὶς οὖν ἐπυνθάνετο τίς ἂν εἴη ὁ Μιμὰς. καί τις τῶν λόγοις ἐσχολακότων, τοιοῦτοι γὰρ τοῖς βασιλεῦσι συμπαρωμάρτουν τε καὶ ᾠκείωντο, ὡς εἴθε καὶ νῦν, ἴφη αὐτῷ ὄρος εἶναι τῆς Ἀσίας τὸν Μίμαντα πρὸς τῇ θαλάσσῃ κείμενον. τούτου δὲ καὶ τὸν Ὅμηρον ἐν Ὀδυσσείᾳ μεμνῆσθαι λέγοντα “παρ ἠνεμόεντα Μίμαντα”. καὶ ὃς ἔφη “τίς οὖν μοι ἀνάγκη τὸ ὄρος τοῦτο καταλαβεῖν κἀκεῖσε θανεῖν;” στρατεύσας οὖν κατὰ Σκυθῶν καὶ περὶ τὴν Θρᾴκην αὐτοῖς συμβαλών, αἰσχρῶς ἡττήθη καὶ φεύγων ἐν οἰκήματι κατεκρύφθη· παρ’ ᾧ ἀχυρώδης σεσώρευτο συρφετός. τῶν οὖν Σκυθῶν μετὰ τὴν ἧτταν τοῦ βασιλέως τὴν χώραν ἐκείνην ληιζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ. ὁ μέντοι ἅγιος Ἰσαάκιος καθειργμένος μένος τὴν κατάφλεξιν τοῦ Οὐάλεντος ἐγνώκει τῷ πνεύματι, καὶ εἶπε τοῖς παρατυχοῦσιν ἐκεῖ ὡς Οὐάλης ἄρτι θνήσκει διὰ πυρός. σημειωθείσης οὖν τῆς ἡμέρας, ἐγνώσθη μετὰ ταῦτα μὴ πλανηθῆναι τὸν ἅγιον. μετὰ δὲ τὴν τῶν βαρβάρων ἐκεῖθεν ὑπαναχώρησιν τὸ σῶμα τοῦ βασιλέως ἀναζητούντων τινῶν, εὑρέθη τάφος ἐν τῇ οἰκίᾳ, ἐν ᾗπερ ἐκεῖνος ἐκέκαυτο, παλαιοῦ τινος ἔχων ἐπίγραμμα “ἐνταῦθα Μιμὰς Μακεδὼν στρατηγέτης.” τούτῳ τῷ βασιλεῖ ἐπανέστη Προκόπιος ὁ ἀνεψιὸς Ἰουλιανοῦ, καὶ ἐκράτησε τοῦ Βυζαντίου. προδοθεὶς δὲ παρὰ τῶν οἰκείων, καὶ προσδεθεὶς ἐκ τῶν σκελῶν δύο δένδροις βίᾳ κλιθεῖσι, τῶν δένδρων ἀνεθέντων διεσπάσθη ὁ δείλαιος. καθῃρέθη δὲ τότε καὶ τὰ τείχη τῆς πόλεως Χαλκηδόνος, ὡς τῶν αὐτῆς πολιτῶν τὰ Προκοπίου φρονούντων· ὧν καθαιρουμένων εὑρέθη πλὰξ ἐν τοῖς θεμελίοις αὐτῶν ἔχουσα γεγραμμένα ταυτί· ἀλλ’ ὅτε δὴ Νύμφαι ἱερὸν κατὰ ἄστυ χορείην τερπόμεναι στήσονται ἐϋστεφέας κατ’ ἀγυιάς, καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν, Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ καὶ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν. Θρηικίης δ’ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. ὁ μὲν οὖν Οὐάλης τῇ τῶν τειχῶν τῆς Χαλκηδόνος ὕλῃ εἰς οἰκοδομὴν ὁλκοῦ ἐχρήσατο ὕδατος, ὃν ἀγωγὸν ἡ δημώδης ὀνομάζει φωνή, καὶ τοῦτον Οὐάλεντα ἐπωνόμασε, δι’ οὗ πεποίηκεν εἰς τὴν πόλιν ὕδωρ εἰσάγεσθαι, ἔν’ ἀφθονία ὕδατος εἴη αὐτῇ καὶ πρὸς ἄλλην χρῆσιν καὶ πρὸς λουτρά. ὁ δὲ τῆς πόλεως ἔπαρχος Νύμφαιον ἐν τῷ καλουμένῳ Ταύρῳ κατεσκευάκει, τὰς ἐκ τοῦ τῶν ὑδάτων ὁλκοῦ χάριτας ἐκ τούτου παραδεικνύς. οἶς εἵπετο καὶ ἡ τῶν βαρβάρων ἐπέλευσις, κατὰ τὰ γεγραμμένα ἐν τῇ πλακί, οἳ ἐληίσαντο μὲν τὴν Θρᾴκην, περὶ δὲ αὐτὴν κατηναλώθησαν ὕστερον. ἐπὶ τούτου δὴ τοῦ Οὐάλεντος λέγεται Λιβάνιος ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος, ἀλεκτορομαντείαν ποιῆσαι, ζητοῦντες γνῶναι τὸν μετὰ τὸν Οὐάλεντα βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ εἴκοσι τέσσαρα γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ’ ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. καὶ ταῦτα συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ θῆτα κόκκον καὶ τὸν έν τῷ ε,ݲ τὸν ἐν τῷ οݲ καὶ τῷ δ. ݲ ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον. ἤ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἤ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώλεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας. ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος, φάρμακον δηλητήριον πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς ὁ ταχὺ μεταθέμενος τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα. οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διφέθαρτο.