Ancient Greek · ~20 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.25.1
Not analysed yet
Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέωςσιλέως Μαρκιανοῦ, ὁ Διόσκόρος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Αλε- ξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος. τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τῶν τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους “ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ’ αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ’ ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ’ ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πὰν εὐφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν”. ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ’ ἀμφοῖν τοῖν μεροῖν. τὸ δ’ ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχον- ται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος, τῶν θαυμασίων σου, κύριε, εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἶ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος ὑπ’ αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ’ ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ’ ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὁνωρίου, οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς, τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἶς τῶν ἐν τῇ Ῥώμᾐ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει, καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται, καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου θανόντος καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοὶ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης, καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιξέριχος ἀπόνως τῆς Ῥώμης κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὁνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ, ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμβιώσασα ἔτη ἑκκαίδεκα, καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ’ ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐ- τῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἕξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσιν, νοσήσας, ὡς δ’ ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐ χ’ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ’ ἕτεροι, παρὰ τοῦ δήμου τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον B εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυβρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.