# Epitome historiarum (lib. 1‑18) 13.3.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/13.3.1

Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἄν αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγείῳ, τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτή- ῥίον, ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί. καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βασιλεῖ, καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ παρθένῳ καὶ θεομήτορι. ἤδη δὲ ἀπαρτισθείσης τῆς πόλεως κατὰ τὴν ἐνδεκάτην τοῦ Μαίου μηνὸς τελεῖ τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ ἡ γενεθλίῳ τῆς πόλεως συντάξαι θεμάτιον, ἴν ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἕξ ἐνιαυτοὺς διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἤ γοῦν ἐψευσμένην ὑποληπτἐον τὴν τοῦ Οὐάλεντος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομιστέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτηρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ’ οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρατούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφεισμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺ ’ς μυελούς. ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασιλέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάντιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ ‘Ρωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκου μένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευήρου μοι προιστόρηται. περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἴων ἐν τοῖς περὶ Σευήρου φησί· ‘Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἀλύσεσιν ἦσαν καὶ αἶ χηλαὶ αὐπροϊστόρηται] τῶν πύργους ἐφ’ ἑκάτερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ’ ἦσαν τοῖς Βυζαντίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ’ ἃ καὶ δίκροτα, καί τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναντίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι.” πρὸς τούτοις ἐπάγει ὁ Δίων ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ’ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τ’ ἑ ἐλάλει ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ’ ἐν ἁ τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο. τοιαύτη μὲν οὗν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ ναοὶ δὲ ἐν αὐτῇ παρ’ αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν. ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ’ ὧν Πλακωτὸν παρωνόμασται, καὶ ἐπ’ αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πελώριον ἦν, ἡ δ’ ἑ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλην τὸ ἄγαλμα, καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ, ὁ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέτριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων σὺν ἔτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλακωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ. ἄλλοις τε οὑν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς Θρᾳκικῆς Ἡρακλείας, B ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτεθὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς τιμὴν ἀνήγαγε πατριαρχικήν, τῆ̣ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐνταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητροφάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος, ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετενεχθείς, καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε, καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ’ ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
