Ancient Greek · ~24 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.4.1
Not analysed yet
Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο. καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξερευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ’ ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τ’ ἑ καὶ σχισμάτων τ’ ἃς ἐκκλησίας ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε, καὶ ἀθροισθέντων τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, έν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί, ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι, καὶ αὐτὸς ὁ χριστιανικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νικαίαν, καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν υἱὸν ὁμοούσιον ούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν. ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ’ ἱστορούμενα παρά τινων εὕρηται. ἀμφίβολα δ’ ἐκεῖνος αὐτὰ δι’ ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα “αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν”, φησὶ τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς πανηγεμόνα νομίζεσθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτερεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἑπιταγαῖς. καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ’ ὀλίγα καὶ ὅτι ἐστὶν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη, καὶ ὁ Σολομῶν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας “κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ” καὶ ἐξῆς. καὶ μεθ’ ἕτερα πλείονα φάσκει “καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν.” ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρακτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος. ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολο- γήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ “οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος” τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία μετέπειτα. προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο. ὁ δ’ ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμονοίᾳ ἡσθείς, ἐδεξιοῦτο αὐτούς. καί τινων ὑπὲρ τῆς τοῦ σωτῆρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασιν, κατησπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια, καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατὰ τινων ἐπισκόπων, οὔτ’ ἀνέγνω τούτους οὔτ’ εἰς ζήτησιν ἤνεγκεν, ἀλλ’ ἐνώπιον ἀπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι “κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρτάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα.” ἐκεῖθεν εἰς τὸ παρ’ αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγών πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην τὸν ἱερὸν Ἀλέξανδρον· ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν· ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος. Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἑλένη εἰς γῆρας βαθὺ καταντήσασα· ὀγδοήκοντα γὰρ λέγεται ζήσαι ἐνιαυτούς· πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῷ βασιλικῶς ἐθησαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακόν τι πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ’ ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἐξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἑ ἐξ Ἀντιοχείας παραγενόμενος· ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος· ἔτι ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς, καὶ ἐν τῷ τῶν ἁγίων Ἀποστόλων κατέθετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον, ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότιμον, ἄντικρυς δέ· ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκείνου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστατον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν διαλεγόμενόν οἶ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυνθανόμενον, κἀκεῖνον ὢ πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι πρὸς διάλεξιν εὔθικτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατακηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μισοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδενὸς τῶν ἀπάντων τῆς τῶν κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδεσθαι δεῖν, μηδ’ αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλλομένοις ἐκ πονηρίας φιλαν- θρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἔνα μὴ καὶ τοῖς ὑγιαίνουσι λυμανεῖται· οὐ μέντοι τὸ ὑγιείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον.