# Epitome historiarum (lib. 1‑18) 13.5.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/13.5.1

Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς. ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς. τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς σφίσι διανεμηθεῖσα, ὡς δ’ ἕτεροι, καθ’ ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ’ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἀχαί·ᾳ τὴν Πελοπόννησον· τῷ δὲ Κώνσταντίνῳ τὰς Κοττίας Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι, Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου· καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ. οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κωνστάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κώνσταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσασθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ’ ἐκεῖνος τῆς ἤδη γεγονίας γονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐ δ’ ἑ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ’ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ Κωνσταντίνου μαθών, στράτευμα κατ’ αὐτοῦ πέμπει καὶ στρατηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατοῦ ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι, καὶ συμβαλόντες αὐτῷ φεύγειν ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἶ λοχῶντες γενόμενοι κατὰ νώτων αὖ - τοῖς ἐπιτίθενται. καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον αὐτούς, καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιὰς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ, καὶ διὰ τὸ τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος, καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονεν ἡ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ’ ἐνὶ τῷ Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη, καὶ ἀθλίως ἀπώλετο, Μαγνετίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρατιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ’ ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμηκότων. Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὅς Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης σὴς τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδανάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευτήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδανάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων καὶ ἀπηνής, κἀντεῦθεν μισοῦ μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασιλείας ἐκπέπτωκεν. εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκταθεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς, ἠρώτησε τὸν Ἀδανάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπεκρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα. τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσάμεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν, ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοιμάσασαι. τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρέθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ’ Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέκοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ὤχετο καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέδρα, καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ φυγῇ ἐκείνου ἐφήδεσθαι οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον, οὐ μόνον ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρμίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς συμβαλὼν τὴν ἥττονα μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περσῶν δὲ πλεῖστοι πεπιώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
