Ancient Greek · ~16 min
Book 13
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 13.7.1
Not analysed yet
Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ, καὶ σὺν βαρεῖ στρατεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ πόλεων, καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ ἐξ ἐκείνου τὴν πόελιν εἰλήφει, ὑπὸ ῾Ρωμαίων ἑάλω πολιορκίᾳ. ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵν’ αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντικαθίσταντο οἱ πολιορκούμενοι, καὶ τὸν ποταμὸν δέ, ὃς διὰ μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν ὑδάτων καὶ ἐκ φρεάτων καὶ ἐκ πηγῶν. ὡς δ’ εἰς οὐδὲν αὐτῷ κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο. ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει, καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος δι’ οὗ διέρρει, ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ. τοῦ δ’ ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως· τὸ δὲ πολύ τ’ ἑ σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρβαρος εἰσέδυ τὴν πόλιν, ἀλλ᾿ ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ καὶ πρὸς ἐσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ᾿ ἐν τῇ πόλει πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβή θῆσαν, ὡς δ᾿ εἶδον τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδών, ἀμελείᾳ οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ’ οὐδ’ οὕτω τῆς πολιορκίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοησάμενος, καὶ πλείστους τῶν οἰκείων ἀποβαλόν, ὑπὲρ γὰρ τὰς εἴκοσι χιλιάδας κινδυνεῦσαι λέ- γεται τοῦ Περσικοῦ στρατεύματος πολιορκουμένης Νισίβεως, μετ’ αἰσχύνης ἀνεχώρησεν. ἤδη γὰρ καὶ Μασαγέται τῇ Πέρσιδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαίνοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρμησε. καί οἱ ἀγγέλλε- τᾶι Βετρανίων κοινοπραγήσας τῷ Μαγνεντίῳ. τῶν γὰρ παρ’ Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων τυγ- χανὼν, καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν φόνον τοῦ Κώνσταντος, οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ’ ἐπιστέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι, καὶ αὐτὸν ἀφικέσθαι εἰς τὴν ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι, πρέσβεις ἄμφω κοινῶς πρὸς τὸν Κωνστάντιον στέλλουσιν ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης Ἡράκλειαν ἐντυχόντες οἶ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυμένα οἶ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος, νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα τῇ χειρί, καὶ λέγειν αὐτῷ, Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὡς ἐκ τυράννου διώλετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην, σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν, καὶ μὴ περιιδεῖν τὸν ἀδελφὸν ἀνεκδίκητον. ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκε. αὐτὸς δ᾿ αὐτίκα μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται, καὶ ὁ Βετρανίων τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου, ὡς δεσπότῃ προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κωνστάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο. τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε, καὶ χεῖρα ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον ἐποιήσατο, εἶτα ἡ Προῦσα αὐτῷ, πόλις δ᾿ αὕτη τῶν Βιθυνῶν, εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτηδείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἕξ ἐνιαυτοὺς τὴν ζωὴν ἐξεμέτρησε. καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι τέλος.