# Epitome historiarum (lib. 1‑18) 13.8.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/13.8.1

Ὁ δ᾿ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο. ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν Δεκέντιον ἀνειπὼν Καίσαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις δ᾿ αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἵω ἐπόρθησε, καὶ λείαν λαβὼν καὶ δοριαλώτους πολλοὺς ἐπανέζευξεν. οὕτω δὲ ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ τῶν πολέμων φροντίσι, Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγγυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περσικὰς ἀνακόψοντα. ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος. ὁ δέ γε Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον. ἵνα δὲ μὴ μά- χαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσασθαι. στέλλει τοίνυν πρὸς αὐτὸν ἄνδρας τῶν ἐπιφανῶν, καὶ γράμματα δ’ ἐγχαράττει αὐτῷ, συγγνώμην διδοὺς ἐπὶ τῷ τολμήματι, εἰ τῶν ὅπλων ἀπόσχοιτο, καὶ παραχωρῶν αὐτῷ τῶν Γαλλιῶν, ἔνα τούτων ἄρχῃ καὶ ταύταις περιορίζηται. ὁ δὲ οὐδέν τι φρονῶν μέτριον οὐ προσήκατο τὰ παρὰ τοῦ Κωνσταντίου, ἀπραγμόνως αὐτῷ παρεχόμενα, ἀλλὰ τὸν πόλεμον εἵλετο, καὶ μᾶλλον σὺν τάχει πρὸς τοῦτον ἐχώρησεν, ὅτι Σιλβανός, εἷς τις τῶν αὐτοῦ ταξιάρχων μετὰ πλήθους ὁπλιτῶν, ἐκεῖνον λιπὼν Κωνσταντίῳ προσῆλθε τῷ αὐτοκράτορι. ἤδη δὲ πλησιασάντων ἀλλήλοις καὶ ἀντιστρατοπεδευσαμένων, ὅ τε Κωνστάντιος τοὺς οἰκείους στρατιώτας λόγοις διήγειρεν εἰς ἀλκὴν καὶ ὁ Μαγνέντιος τοὺς ἑαυτοῦ παρεκάλει ἄνδρας φανῆναι πιστούς τε καὶ ἀγαθούς, πολλὰ σφίσιν ἐπαγγελλόμενος. ἀντιπαραταξάμενοι δὲ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἀπρακτοῦντες διήγαγον, μηδενὸς τῷ ἀντιπαρατεταγμένῳ μέρει ἐπεξιόντος. ὁ δὲ Μαγνέντιος καὶ γοητείαις ἐχρήσατο. γυνὴ γάρ τις μάγος παρθένον αὐτῷ σφαγιάσαι ὑπέθετο καὶ οἴνῳ τὸ ταύτης αἷμα προσμίξαι καὶ δοῦναι τοῖς στρατιώταις αὐτοῦ ἀπογεύσασθαι, ἐπὶ τούτοις ἐκείνης ἐπῳδὰς εἰπούσης τινὰς καὶ δαιμόνων ἐπικαλουμένης ἐπικουρίαν. ἄρτι δὲ τῆς ἡμέρας κλινάσης ἀλλήλοις συνερράγησαν τὰ στρατεύματα, καὶ πολλὰς τῆς μάχης σχούσης μεταβολὰς τέλος ἡ νίκη τῷ Κωνσταντίῳ ἐπεμειδίασε, καὶ μέχρι βαθείας νυκτὸς συνεκόπτοντο οἶ τοῦ Μαγνεντίου καὶ ἀπώλλυντο · οὕτω δὲ τῆς τοῦ πολέμου ῥοπῆς τῷ τυράννῳ συνενεχθείσης, εἰς φυγὴν ἐκεῖνος ἀπεῖδεν. ἴνα δὲ μὴ τοῖς βασιλικοῖς παρασήμοις φεύγων γνωρίζοιτο, ἀποτίθεται ταῦτα καὶ ἰδιωτικὴν ἀναλαμβάνει στολήν, καὶ τῷ βασιλείῳ ἵππῳ τὰ παράσημα ἐπιθέμενος ἄνετον ἀφῆκε τρέχειν αὐτόν, ἵνα νομίζοιτο πρὸς τῶν ὁρώντων τὸν ἵππον θέοντα τοῦ ἐπιβάτου χωρὶς ἀνῃρημένος αὐτὸς καὶ μὴ καταδιώκοιτο πρός τινων. ὁ μὲν οὖν οὕτω διέδρα. ἕωθεν δὲ ὁ Κωνστάντιος ἐπί τινος ἀναβὰς λόφου, καὶ τὴν παρακειμένην πεδιάδα, ἀλλὰ μὴν καὶ τὸν παραρρέοντα ποταμὸν νεκρῶν ἰδὼν γέμοντα, εἰς φανερὰ Κατήνεκτο δάκρυα, οὐ μᾶλλον διὰ τὴν νίκην ἡδόμενος ὅσον διὰ τὸν τῶν πεσόντων δακνόμενος ὄλεθρον. λέγονται γὰρ ἐκ μὲν τῶν ἐκείνου περὶ τριάκοντα πεσεῖν χιλιάδας, ἁπασῶν ἀριθμουμένων εἰς ὀγδοήκοντα, ἐκ δὲ τῶν Μαγνεντίου τριάκοντα καὶ ἕξ οὐσῶν χιλιάδων διαφθαρῆναι τὰς εἴκοσι πρὸς ταῖς τέσσαρσιν. αὐτίκα τοίνυν τοὺς μὲν ἀνῃρημένους τῶν πεσόντων ταφῆς ἀξιωθῆναι πάντας ἐκέλευσε, μὴ διακρινομένων τῶν οἱκείων ἢ τῶν πολεμίων, τοὺς δ’ ἔτι ἐμπνέοντας ἐπιμελείας τυχεῖν καὶ ἰατρικῆς θεραπείας. διαδρὰς δέ, ὡς εἴρηται, Μαγνέντιος τούς τε περισωθέντας ἐκ τῶν οἰκείων ἤθροιζε καὶ ἄλλους συνέλεγε καὶ αὖθις ἐπαναλαμβάνειν ἑαυτὸν ἐπειρᾶτο. ἔστειλε δὲ καὶ πρὸς τὸν Κωνστάντιον συγκλητικόν τινα πρεσβεύσοντα, ὃν ὁ Κωνστάντιος οἰηθεὶς τῷ τῆς πρεσβείας ὀνόματι κατ’ κατασκοπήσοντα ὄντα ἥκειν καὶ τὰ κατ’ αὐτὸν περιεργασόμενον, περιώρισεν. ὁ δὲ Μαγνέντιος επισκόποις αὖθις εἰς πρεσβείαν ἐχρήσατο, συγγνωμονηθῆναι ζητῶν, ἔν ἐν στρατιώτου μοίρᾳ τῷ βασιλεῖ συστρατεύοιτο. ἀλλ’ οὐδὲν πρὸς τὴν πρεσβείαν ταύτην ἀνταπεκρίνατο ὁ Κωνστάντιος. ἀφῆκε δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπελθεῖν. κἀκεῖνος ἀπῄει κινήσας τὸ στράτευμα, καὶ πολλοὶ τῶν ὑπὸ Μαγνέντιον αὐτῷ προσῄεσαν ἑαυτούς τε καὶ τὰ φρούρια ἐγχειρίζοντες. Μαγνέντιος δὲ ἀπογνοὺς τοῦ συγγνώμης τυχεῖν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ ἐν Γαλλίαις, διάγων πλήθη συνήθροιζεν. ἔνα δὲ φροντίσι περιβάλῃ τὸν αὐτοκράτορα καὶ ἐξ ἑαυτοῦ ἀντιπερισπάσῃ πρὸς ἕτερα, ἔπεμψέ τινα τῶν ἑαυτῷ οἰκείων εἰς Ἀντιόχειαν, ἀναιρήσοντα τὸν Γάλλον. καὶ ὁ πεμφθεὶς διὰ τὸ ἀνύποπτον εἰς καλύβην τινὸς κατέλυσε γραὸς παρὰ τῷ Ὀρόντῃ ποταμῷ πεπηγμένην, ὃς Ὀφίτης πρῴην καλούμενος, ὥς τινες ἱστοροῦσιν, Ὀρόντης ἐπεκλήθη μετέπειτα, τοῦ υἱοῦ Καμβύσου τοῦ Περσῶν βασιλέως εἰς αὐτὸν ἐμπεσόντος, καλουμένου Ὀρόντου. ἤδη γοῦν ὁ παρὰ τοῦ Μαγνεντίου σταλεὶς τὴν κατὰ τοῦ Γάλλου ἐξαρτύσας ἐπιβουλήν, καὶ πολλοὺς τῶν ἐκεῖ προσποιησάμενος ὁπλιτῶν, ἑσπέρας παρὰ τῇ τῆς γραὸς καλύβῃ τῶν συνιστόρων τισὶ συνδειπνῶν, ἀδεέστερον αὐτοῖς ὡμίλει περὶ ὧν ἐβουλεύοντο, καταφρονῶν τῆς γραὸς ὡς ἀπράγμονος καὶ μηδὲ συνιείσης διὰ τὸ γῆρας τῶν λεγομένων. ἡ δὲ φύσεως, ὡς ἔοικεν, ἐντρεχεστέρας τυγχάνουσα, ἐῴκει μὲν μηδ’ ἀκούειν τῶν λεγομένων, πάντα δὲ συνετήρει καθ’ ἑαυτήν. καὶ ἐπεὶ ὁ ξένος αὐτῆς οἰνωθεὶς ὕπνωσεν, ἐκείνη λάθρᾳ τῆς καλύβης ὑπεξελθοῦσα παρὰ τὴν πόλιν ἀφίκετο, καὶ πάντα καταγγέλλει τῷ Καίσαρι. παρ’ οὗ σταλέντες τινὲς συνέσχον αὐτοῦ τὸν ἐπίβουλον, ὃς ἐν ἀνάγκῃ καταστὰς τὸ ἅπαν δρᾶμα ἐξέφηνε. καὶ οὕτω τὴν ἐπιβουλὴν ὁ Γάλλος διέφυγεν, ἐκεῖνον κολάσας καὶ τοὺς ἐκείνῳ συνίστορας.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
