# Epitome historiarum (lib. 1‑18) 14.11.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/14.11.1

Τῷ δ᾿ ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρείαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προυβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως, καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυ- νάμεσιν ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα. διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν, καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ’ ἔγνωσαν οἶ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἱ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ’ ἄλλα τοῖς στρατιώταις εἰάθησαν. οἶ δὲ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Πέρσιδος ἐχώρησαν, καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηροκομεῖα, ἀνενεώσατο, καὶ τὸν Χρυσοτρίκλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ’ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δοριαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι’ ἐπαίνων τὸν βασιλέα πε- ποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἔνα δι’ αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστάμενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδε- ράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος, τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφείλετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο, καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ’ ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε Γερμανῷ, καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ’ ὑπὸ τῆς νόσου κατείρ- γαστο ὡς μηδὲ δύνασθαι τοῖς συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε ἔστησε βούλημα. ὑποστρέψας δ’ ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας ὀκτώ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
