# Epitome historiarum (lib. 1‑18) 14.17.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/14.17.1

Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος Χριστοῦ ὁμολογήσει, ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατριάρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἔνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑποκεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνωμένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν ἐπυνθάνετο, εἶ διττὰ ταῦτα λέγειν χρεὼν ἢ ἑνιαία τε καὶ μοναδικά; ὁ δ’ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ Ἡράκλειος τῆς δόξης γίνεται ταύτης, καὶ ἀνατροπὴν ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ’ οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύοντος τοὺς ὑφ’ ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρόγραμμα ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν χριστῷ δογματίζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ καὶ τοῖς Σεβήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πυρρὸς αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σεβήρου καὶ Κύρου σέβων τ’ ἑ καὶ κυρῶν. ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Πέρσιδος τροπαιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους φυλαρχεῖν κληρωσάμενος, τῶν γὰρ ἀσήμων ἐτύγχανεν ὤν, ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ ὢν παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχόμενος, καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβαλόντος πίπτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιδτίαν φυγαδευθέντι τῆς Βυζανίδος, καὶ παρ’ αὐτοῦ διδαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρανόθεν αὐτῷ φοιτῶντα θεῖά τινα μυεῖν καὶ ἀπόρρητα, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ συνέχεσθαι καὶ πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ’ εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται. ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλαρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ ἔθνους τῶν Ἰσμαηλιτῶν ἐχρημάτισε, τοὺς μὲν ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαι οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν. οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προιὼν προσῇλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ’ εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, τὴν Συρίαν κατέδραμε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε, καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζόμενον. Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκκυλισθεὶς αἵρεσιν, νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ αἰδοῖον A αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθεσμον μίξιν τῆς ἀδελφόπαισος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
