Ancient Greek · ~16 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.19.1
Not analysed yet
Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πυρρῷ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας, τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασεν ἀπηνέστατα καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς σὺ ’ν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε, καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι. ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίοις ὑποφόρων χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος, ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθών, καὶ αὐτὸς στόλον ἑτοιμάσας εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἐξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ δηλωτικόν, “ἄλλῳ θὲς τὴν νίκην” δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἶ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα, καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ τὴν νῆσον ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐνακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακὰς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε. τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πυρρὸς εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πυρρὸς ἐξωσθείς, ὡς εἴρηται, παρὰ τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο, καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων, ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν. καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθών, ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθών. καὶ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ἀθροίσας, καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσσαρας τὸν θρόνον τῆς Κωνσταντίνου κατεσχηκὼς τέθνηκε, καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖς πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ᾿ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. οὗτος ὁβασιλεὺς Κόνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον, καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαν- τίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ, τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος, καὶ Τιβέριος, μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἕξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι.