Ancient Greek · ~27 min
Book 14
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 14.2.1
Not analysed yet
Καταλειφθεὶς οὖν ὁ μικρὸς Δέων νηπιάζων ἔτι, ἐφ’ ἔνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. ἦν δὲ ὁ Ζήνων ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς. καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ’ ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος, φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς. Καὶ ὁ Βασιλίσκος ἐν τῷ κάμπῳ ἀναγορεύεται βασιλεύς, καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν ἔστεψε, καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν, καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας μεμίσητο. ἔπεμψε δὲ κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τροκοῦνδον· οἱ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς τὰς ὑποσχέσεις πεποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ’ ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπανῄεσαν. ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν, καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλισκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πενθερὰν τὴν βασιλίδα Βηρίναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ’ ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο. οὑ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινου- πόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατείων ἀρξάμενος καὶ πάντα τὰ προσεχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ’ ἣν καὶ βιβλιοθήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μήκους ὄν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαίαν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα ἀγάλματα τῆς τε Σαμίας Ἥρας καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε. Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἀρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν, αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ’ ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ’ εἰς ἐμὲ πάντως φυλάξει αὐτήν. τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα λογιώτατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγκαλῶν, τῇ δ’ ἀληθείᾳ τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε, καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἶ μὲν γὰρ γαστριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστασθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον ὢ δὲ καὶ ὑπ’ αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἴνωθέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν βασιλικῶν ἐντεθῆναι παρ’ ἐκείνης, καὶ αὐτίκα τὸν ἐπιπωματίζοντα ταύτην μέγιστον λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλοφύρεσθαι ἔνδοθεν, μήτινος δ’ ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν, καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ, καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχωρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιήσασθαι. Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα τότε δυναμένοῦ, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δίκορος δ᾿ ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ὰλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῆ μὲν γὰρ ἦν τὸ χρῶμα μελάντερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πατριάρχης Εὐφήμιος. μετὰ γὰρ Ἀκάκιον, κάκιστον τοῖς ὀρθοδοξοῦσι γενόμενον, καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτά, καὶ θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκακίῳ καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος μετήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιοχείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρετι- κοῦ. ἀντ’ ὲν ἔγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ρώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος, ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται, καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν.