# Epitome historiarum (lib. 1‑18) 14.21

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/14.21

Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ κατὰ τὴν ἑσπέριον. θανόντος δὲ τοῦ πατριάρ- χοῦ Ἰωάννου προκεχείριστο Κωνσταντῖνος, καὶ μετὰ δύο ἔτη ἐξέλιπε, καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν τοῦτον θρόνον Θεόδωρος. ὅς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον. ὀρθόδοξος δὲ ὄν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴ ’ν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ μὲν πάπα Ῥώμης Ἀγάθωνος τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ’ Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖ σὰ ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρᾶν ἐπισκόπου, Κύρου Ἀλεξανδρείας, Σεργίου, Πυρροῦ, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰς πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. ἐκστρατεύει τοίνυν κατ’ αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἴδόντες παρασκευὴν ἐδειλίασαν, καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν · ἀλλ’ οὐδ’ ἡ Ῥωμαϊκὴ στρατιὰ τούτοις προσέβαλεν. ἐφ’ ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν, χώρα δ’ ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί, τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς τοὺς βαρβάρους ἀκροβολίζεσθαι, ἔν’ οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενομένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν ἀνῄρουν, οὐ μείους δ’ ἐζώγρησαν, καὶ Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς, καὶ οὐ διέλιπον ἐξ ἐκείνου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτω πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις τὰ πράγματα, ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύτησε δ’ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
