# Epitome historiarum (lib. 1‑18) 14.4.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/14.4.1

Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως Ἀλαμούνδαρος δαρὸς ὁ τῶν Ἀγαρηνῶν φύλαρχος κατηχηθεὶς παρὰ ὀρθοδόξων ἐπίστευσέ τε καὶ ἐβαπτίσατο. πρὸς ὃν ὁ Σευῆρος ἐπισκόπους ἔστειλε δύο, σπεύδων εἰς τὴν ἰδίαν αἵρεσιν ἑλκύσαι αὐτόν. τῶν γοῦν ἐπισκόπων διδασκόντων αὐτὸν εἰς μίαν φύσιν τὰς δύο τοῦ Χριστοῦ συγχυθῆναι φύσεις, κἀντεῦθεν συναγομένου τοῦ συμπαθεῖν τῇ σαρκὶ τοῦ κυρίου καὶ τὴν θεότητα, ἐκεῖνος ἐλέγξαι θέλων αὐτοὺς ἄτοπα λέγον- τας καὶ διδάσκοντας ἄπιστα, παρεσκεύασέ τινα τῶν οἰκείων παρόντων τῶν ἀνιέρων ἐπισκόπων ἐκείνων πρὸς οὖς τι αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ποιήσαντος τὸ ἐπιταχθὲν ὁ Ἀλαμούνδαρος ἐσκυθρώπασε καὶ λυπεῖσθαι ὑπεκρίθη. ἐρομένων δὲ τῶν ἐπισκόπων ὅτου χάριν συγκέχυται καὶ τί ἂν εἴη τὸ ἀγγελθέν, ἐκεῖνος ἔφη ἀγγελθῆναι αὐτῷ τὸν ἀρχάγγελον θανεῖν Μιχαὴλ. τῶν δὲ ψευδῆ τὴν ἀγγελίαν διατεινομένων τυγχάνειν, ἀδύνατον γὰρ εἶναι θανεῖν τὸν ἀρχάγγελον, ὑπολαβὼν ὁ φύλαρχος εἶπεν “εἰ οὖν ἄγγελος οὐ θνήσκει, πῶς καθ’ ὑμᾶς ἡ θεότης ἔπαθέ τε καὶ ἔθανε τῇ σαρκὶ συγκραθεῖσα καὶ εἰς μίαν φύσιν ἀποτελεσθεῖσα;” τούτοις οἶ ἐπίσκοποι ἐκεῖνον μὲν ἐθαύμασαν τῆς συνέσεως· αὐτοὶ δ’ ἀπογνόντες ὡς οὐκ ἄν ποτε μετενεγκεῖν αὐτὸν δυνηθεῖεν εἰς τὶν δόξαν αὐτῶν, ὑπεχώρησαν. τῶν δὲ Βουλγάρων αὖθις τὸ Ἰλλυρικὸν καταδραμόντων ἀντετάξαντο τούτοις τινὲς τῶν Ῥωμαίων ταξιάρχων μετὰ τῶν ὑπ’ αὐτοὺς ταγμάτων. ἐκείνων δὲ ἐπῳδαῖς χρησαμένων καὶ γοητείαις, ἡττήθησαν αἰσχρῶς οἱ Ῥωμαῖοι, καὶ πλὴν ὀλίγων ἅπαντες διεφθάρησαν. ὧν τὴν φθορὰν κομήτης ἀστὴρ προεμήνυσε καὶ κόρακες πορευομένων αὐτῶν ὑπεριπτάμενοί τε καὶ προηγούμενοι καὶ οἱ σαλπιγκταὶ ἀντὶ ἐνυαλίου ἠχῆς περιπαθές τι καὶ θρηνῶδες ἠχήσαντες. τοῦ δ’ ἄνωθεν ῥηθέντος Τιμοθέου πολλὰ τοῖς ὀρθοδόξοις ἐνδειξαμένου κακὰ καὶ τελευτήσαντος Ἰωάννης ὁ Καππαδόκης τῆς ἐκκλησίας ἐνεχειρίσθη τὴν προστασίαν, ἔτη δύο ταύτης προστάς. τέθνηκε δὲ καὶ ἡ βασιλὶς Ἀριάδνη. λέγεται δὲ ἐν τοῖς χρόνοις τῆς βασιλείας Ἀναστασίου ἄγαλμα τῆς Τύχης τῆς πόλεως ἐν εἴδει γυναικὸς ἐκ χαλκοῦ πεποιημένον, θάτερον τῶν ποδῶν ἐντὸς νηὸς ἐχούσης πρὸ αὐτῆς ἑστώσης καὶ ὁμοίας ὕλης ἐξειργασμένης, ἵστασθαί που τῆς πόλεως. τούτου δῆτα τοῦ τῆς νηὸς εἰκονίσματος ἢ τῷ χρόνῳ μογήσαντος ἢ ἐξ ἐπιβουλῆς μέρη τινὰ θραυσθέντα ἀφῄρηντο. οὐκέτι γοῦν φορτηγοὶ νῆες προσώρμουν εἰς τὸ Βυζάντιον, ἀλλὰ πλησίον ἰοῦσαι βίαις πνευμάτων ἀνείργοντο, καὶ εἰ μὴ νῆες μακραὶ καὶ πολλοῖς ἐρέταις κινούμεναι τοὺς φόρτους ἐκείνων εἰς τὴν πόλιν ἐκόμιζον, τάχ᾿ ἂν λιμῷ οἱ ἐν αὐτῇ κατηνάλωντο. τοῦτο ἐπὶ καιρὸν κρατῆσαν τοῖς τῶν κοινῶν φροντισταῖς διὰ φροντίδος ἐγένετο. ὑπετοπάσθη τοίνυν παρά του τὸ αἴτιον, καὶ προσήγγελτο τοῖς οἷς ἡ τῶν τῆς πόλεως ἀνεῖτο φροντίς· καὶ τὰ θραύσματα τῆς νηὸς ἐκείνης ζητηθέντα εὑρέθησαν, καὶ ταύτῃ ἀποκατέστησάν τε καὶ συνηρμόσθησαν, καὶ ὁ πλοῦς ἦν τοῖς πλοίοις ἀκώλυτος καὶ μεστὴ τούτων εἰσπλεόντων ἡ θάλασσα. ἵνα δὲ γνοῖεν εἰ τοῦτο τοῦ τῶν πλοίων εἴσπλου κώλυμα ἦν, ἀφῄρηντο αὖθις τὰ μέρη τῆς νηὸς ἐκείνης· καὶ ὅσαι τῶν νεῶν ἔτι ἦσαν εἰσπλέουσαι, πνεύματος αὖθις βίᾳ γεγόνασιν ὀπισθόρμητοι. ἐντεῦθεν ἐβεβαιώθησαν ἐκ τοῦ θραυσθῆναι τὴν χαλκῆν νῆα ἐκείνην τὴν κωλύμην γίνεσθαι τοῦ εἰς τὴν πόλιν εἴσπλου τῶν πλοίων τῶν φορτηγῶν, καὶ τὴν ναῦν ἐκείνην ἐπιμελείας ἀξιώσαντες ἀνεκαίνισαν. πρὸ μικροῦ δὲ τῆς τελευτῆς αὐτοῦ Ἀναστάσιος, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλούς, σὺν οἷς καὶ Ἰουστῖνον καὶ Ἰουστινιανόν, καὶ ἦν γνώμης ἀπολἐσαι αὐτούς· ἐκωλύθη δὲ κατ᾿ ὄναρ φοβεροῦ τινος ἀνδρὸς δόξαντος παραστῆναι αὐτῷ καὶ εἰπεῖν “Ἰουστίνῳ καὶ Ἰουστινιανῷ μηδὲν ἐργάσῃ κακόν· μέλλει γὰρ ἕκαστος αὐτῶν ὑπουργῆσαι τῷ θεῷ ἐν καιροῖς ἰδίοις”. ὅθεν ἀφῆκεν αὐτοῖς τὸ τῆς καθοσιώσεως ἔγκλημα. καὶ αὖθις δὲ ὄναρ ἰδεῖν λέγεται ὁ βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ φοβερὸν τόμον κατέχοντα καὶ λέγοντα πρὸς αὐτόν “ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη τεσσα- ρεσκαίδεκα.” ἔχων δὲ κεχρησμοδοτημένον ὁ Ἀναστιάσιος ὅτι ἐκ κεραυνοῦ θανεῖται, τὸ λεγόμενον Θολωτὸν ἐδομήσατο, καὶ ἐν αὐτῷ διῆγεν, ἀλλ᾿ οὐδέν τι τούτου ἀπώνατο. βροντῶν γάρ ποτε καταρρηγνυμένων φρικωδεστάτων καὶ ἀστραπῶν ἐκτριβομένων ἐκεῖθεν πολλῶν, ἐκεῖνος δειμαίνων εἰς δίαιταν ἐκ διαίτης μετέβαινε καὶ ἐκ θαλάμου εἰς θάλαμον ὑπεδύετο. καὶ οὕτως έν ἑνὶ τῶν βασιλικῶν κοιτώνων εὑρέθη κείμενος τεθνεώς, ζήσας μὲν ἔτη ὀγδοήκοντα καὶ ὀκτώ, βασιλεύσας δ᾿ ἐξ αὐτῶν εἴκοσι καὶ ἑπτὰ ἐπὶ μησὶ τρισίν. ἐν τοῖς χρόνοις τούτοις γέγονε σεισμὸς φοβερώτατος, καὶ ἐν μὲν τῷ Βυζαντίῳ ἐν διαφόροις τόποις συμπτώματα συμβεβήκασιν· ἡ μεγάλη δὲ Ἀντιόχεια σχεδὸν ἅπασα κατεπτώθη, καὶ οἱ ταύτης οἰκήτορες τοῖς συμπτώμασι κατεχώσθησαν. οὗτος ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος οὕτω λεγόμενον καὶ ἀπὸ τῆς μεγάλης θαλάσσης διῆκον ἄχρι τῆς Σηλυβρίας διὰ τὰς ἐφόδους τῶν τε Μυσῶν ἤγουν Βουλγάρων καὶ τῶν Σκυθῶν. ἔστησε δὲ καὶ στήλην οἰκείαν ἐν τῷ τοῦ Ταύρου κίονι ἐκ χαλκοῦ, τῆς πρῴην ἐν αὐτῷ ἱσταμένης πεσούσης, ἣ τοῦ μεγάλου Θεοδοσίου ἐτύγχανε. καὶ ὁ μὲν ὧδε βασιλεύσας ὧδε κατέλυσε τὴν ζωήν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
