# Epitome historiarum (lib. 1‑18) 15.1.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/15.1.1

Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ, μῄπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσή- νεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησεν, καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώ- σατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανοὺς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν, ἀποστάντων τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκουτες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις ἐπίπρασκον, περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί, τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ ἔνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ, πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο, ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὔργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἤσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνο- μοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς εὐσέβειαν σπούδασμα ἔθετο, καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε, καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐσοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαῖον ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανός, στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὑς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος, καὶ συχνοὺς διατρίψας ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς, ἀνῄρητο γάρ, μήτε μὴν τὸν Φιλιππικόν, καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα, πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε. ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν Ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, ὡς εἴρηται, δῆθεν ἀμύνων, ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου, δοσίου, καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής, ὢ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος, καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μασάλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ μεγάλῳ ὁ ἀρχισατράπης Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖστον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
