Ancient Greek · ~25 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.19.1
Not analysed yet
Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν, ἐνιαυτοὺς βασιλεύσαντι δύο. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελθὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κὰκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπεδον· τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῷ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε, καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περι- οὐσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος. ὁ Λέων δ’ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι “σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺ ’ς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ’ ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, ἀλλ’ ἀπολεῖται κακῶς.” ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ’ ὅπως οὐκ ἔτυχε τῆς βα- διλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλού- του ἐστέρητο, ἤδη μοι προιστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἶς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον· παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἶ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ’ εὐσυντάκτως ἐδίω- κον, ἀλλὰ ἄλλοσ’ ἑ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύς, ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς, καὶ τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ τῶν βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ, μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέβαλον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια, καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν, ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος, ἕτερον δ᾿ εὑρηκὼς τῇ ἐκείνου κοτοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ, ἦν γὰρ τὰ τῶν εἰκονομάχων πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής, οὔτε τὰ δῶρα προσήκατο καὶ τὴν τούτων κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ σταλέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι, καὶ κοινοῦται τὰ μηνυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὅς τοῖς εἱκονο- μάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος τὸν Λέοντα μέτεισι, καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν Λέοντα βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς τὸν μοναχὸν ὁ Θεόδοτος, καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν, καὶ ὅτου χάριν ῥὶν ἐλεύσεται, καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. διαλέξεται. εἶτα νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος, ἔνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἶ καὶ ὁ Θεόδοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα, καὶ “μὴ κρύπτε σου” φησί ‘τὸ ἀξίωμα μηδ’ ἀπατᾶν θέλε τὴν ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακείμενος, ἀλλ’ ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον. B εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν, καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξοντα.” καὶ ὁ μὲν εἴρηκε ταῦτα. ὁ δὲ Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως, οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα, ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρότατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφισάμενος. ἤθελε μέντοι καὶ τὸν πατριάρχην ἔχειν ὁμόψηφον. ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς, καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος, καὶ ὡς ἔσται τοῖς ὀρθοδόξοις σκόλοψ καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγήναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόννησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου ἀγροῦ καθηγούμενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ πνεύματι τὴν ἐκείνου δίοδον ἐγνωκός, οὐ γὰρ ἐώρα τὸν ἅγιον, κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυνήμασιν ἠμείβετο τὸν προπέμποντα, μήθ᾿ ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχη καὶ πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ Μεγάλου ἀγροῦ καθηγητῇ, προειπὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς.