Ancient Greek · ~25 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.21.1
Not analysed yet
Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ’ αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ’ αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἤ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἤ ἐφηδόμενος τῷ ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν. ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη “ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται.” ὁ μὲν οὖν Μιχαὴλ οὕτω τὸν ὄλεθρον ὑπεξέφυγε. θαυμάσαι δ’ ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε. πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων καὶ βίου μὴ παθῶν καθαρεύοντος ; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ βιβλίον ἐναποκεῖσθαι, ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν, καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χ’ ἐγκεχάρακτο· ἀνὴρ δ’ ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χ’ διελαύνων τὸν λέοντα. ἡ μὲν οὖν βίβλος εἶχε ταυτί, καὶ ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳδήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὂν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα δηλοῦν, τὸ δὲ χ’ τὴν εἰρημένην ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χ’ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου Γ’ ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱμάτων τὸ δάπεδον τοῦ ναοῦ, ἀκοῦσαί τε τῆς δορυφορουμένης ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς δὲ μὴ προσιεμένης τὸ προσφερόμενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην “ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ τιμῶντας αἱμάτων ἐμπίπλησι, καὶ τὸν θεὸν καὶ ὒ ἰόν μου εἰς ὀργὴν κινῶν οὐ συνίησι.” ταῦτα εἶδεν ἡ μήτηρ τοῦ Λέοντος, καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον, καὶ ἐδέετο παύσασθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ’ ἐξεκεκώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ’ ὕπνους τινὶ ἤδη τῆς ἐπικήρου ταύτης ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τό Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις καὶ ἄλλ’ ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ’ οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδη- σάμενος τὸν μὲν τῷ Παπίᾳ φρουρηθησόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδηρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε τὸν ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ Παπίου διαιτητήριον, καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ Παπίαν ἐπ’ ἐδάφους κατακλ· ινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ Παπίας τοῦτο πεποίηκεν ἤ καὶ συνίστωρ ὤν, ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυμον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπ- ἐστρεφε μηνιῶν καὶ τὴν ὀργὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν τοῦ βασιλέως ᾔσθετο, εἶς δέ τις τῶν τοῦ Παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιησάμενος ἐώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μιχαὴλ τῷ Παπίᾳ φησὶν ὡς εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον ἐχφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον ἐκρήσεται. καὶ ὃς “τὸ παριστάμενόν σοι πρᾶττε” φησίν, “ἐμὲ δ’ ἕξεις ὅπῃ βούλει ἑπόμενον. ἐγχαράττει τοίνυν αὐτίκα γραφὴν πρὸς τούς οἶ τῶν βουλευμά- τῶν μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ, εἶναι γὰρ τοῦτο ῥᾁδιον, ὡς αὐτὸς ᾠκονόμησε, πάντας ἀνακαλύψει τῷ βασιλεῖ, καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει. ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ Παπίᾳ ἐνετείλατο στεῖλαι τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν ἀπέστειλεν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φολτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κγηρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἶ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ Παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἶ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἶ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων· καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν ἐπεδήμησε, καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε, τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ’ αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι. ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν D χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος, ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν, αὐτίκα τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος, εὐφημήθη καὶ προσεκυνήθη