Ancient Greek · ~20 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.27.1
Not analysed yet
Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πό- λέως πεπονηκότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἤ πρότερον ἦσαν ἐπάρας αὐτά, καὶ ξενῶνα μέγιστον εἰς ὄνομα οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναικῶν καταγώγιον. ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι, τὴν ὥραν διαπρεποῦς. τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ’ ἑτέρας πεῖραν λαβεῖν γυναικός, καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ, καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριου· ὡς δ’ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαίσας αὖθις τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς τοῦ Λαξάρου ἐπιτεθῆναι καρποῖς, ἔνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖ ’ν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὀμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου δυσσέβειαν, ἐκ χρήσεων προφητικῶν τε καὶ γραφμ πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε, καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ᾿ ἐτύπουν τὰ στίγματα· τὰ δ᾿ ἦσαν ἴαμβοι οὗτοι· πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εὶς σύστασιν τῆς οἰκουμένης ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως. ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται, πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν εἴη πραγματείας καὶ ἄλλου καιροῦ. ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαῖοφόρον ἑορτὴν ᾀδόμενον στιχερὸν τὸ “ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί.” πέντε δὲ γατέρων πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· ρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ᾿ ἧ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμε- νίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ’ ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασι- λείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἡρίθμητο. ἐπεὶ δ’ υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ, καὶ ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται, καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ ἐτάφη ἐκεῖ. τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ’ αὐτῶν, ἔχων μεθ’ ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ’ ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πο- λεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ ἀριστεύσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ’ ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ’ αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς. έκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ’ εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλήλων ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ᾿ αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπός, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἤ δειλαινόμενος ἣ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρατευμάτων, πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν στρατεύματος Περσικοῦ καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήμασι τοὺς τῆς Ἅγαρ κατεσοφίσατο. τότε μὲν οὖν ἐπανέζευξεν εἰς τὴν κατεσοφίσατο. ὁ βασιλεύς.