# Epitome historiarum (lib. 1‑18) 16.4.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/16.4.1

Τούτους δὲ πάντας ὁ Βάρδας ἀποσεισάμενος τὴν μὲν τῶν πραγμάτων διοίκησιν , ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχόλαζεν, οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ’ ἐκείνου τοῦ αὐτοκράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ ἀγωνιζομένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου στολήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, τοὺς δ’ ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον , ὁ δὲ τοῦ δρόμου λογοθέτης τὸ πράσινον , καὶ ἕτεροι τῶν ἐπιφανεστέρων τὰ ἕτερα· καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲγράμματα τῷ πρωτονοταρίῳ τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχειρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρακηνοὶ διαγγέλοντα· ταῦτα δ᾿ εἰσὶν ἃ νῦν ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγγελίᾳ προσῆλθε τῷ βασιλεῖ, καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ τὰ γράμματα. ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδὼν “ἐν Τοιούτῳ μοι” ἔφη “ἀγῶνι ὄντο καὶ τὸν μέσον εὐώνυμον Καταστήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;” Τοιοῦτος ὁ Θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν. ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας ἔστρεφε τὰ πάντα και ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο, καὶ εὐκαιρίαν ἐζήτει, ἵν᾿ αὐτῆς ἐπιτεύξοιτο. Οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν. ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν εἰς τὸ παντελές, ὡς μηδ᾿ ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. Τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογίας. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτήσεις δημοςίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. Πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρακηνοῖς γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ’ ὁ τότε τῶν ἐκ τῆς Ἄγαρ προεστηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώμενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσκείμενος. ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράττοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδάσκοντας σχήματος, ὥστ’ ἐξ αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπεριμέτρων αὐτῷκαὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος, καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἶ δ’ ἠπόρουν πρὸς τοῦτο, καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλεσάμενος τὸν αἰχμάλωτον , “ σὺ δ' ” ἔφη ‘‘δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;” κἀκεῖνος κατέθετο. ‘‘οὐκοῦν λέξον εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἶ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα ἐθαύμαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιοίτουσ ἡ Κωνσταντίνου. ὁ δὲ “πολλούς” ἔφη “ κρείττους ἐμοῦ κέκτηται, ἴνα δὲ τῶν ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον.” ἔρωτι τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου, καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν, καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἶ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον καὶ παρίστησι τὸν αἰχμάλωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ Θεοφίλου , καὶ τῶν εἰκονομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων οὑτωσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδασκάλων ἐπέκεινα ἔταξε, καὶ οὕτως ἀναθηλῆσαι τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήωεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμους δὲ τοὺς πο- λιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικαστήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παντάπασιν. ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιἐπαινος, τὰ δ’ ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθυναντος τέσσαρα καὶ πρὸς τὰς ἀιδίους μεταστάντος μονάς, ὁ μοναχὸς Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς θυγατριδῆς μὲν ἦν Νικηφόρου τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασιλέως τοῦ Ῥαγγαβἐ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ, παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκείρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι τὸ σαρκίον ἐδάμασεν , ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς βασιλείας ἰθύνουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κων- σταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν, τὴν γαμετὴν ἀναιτίως ἀποπεμψάμενον , συμφθείρεσθαι δὲ λεγόμενον τ’ῇ νύμφῃ τῆ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων ἐκώλυεν. ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα, καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ’ ἐκεῖθεν ἐξενεγκὼν εἰς Μιτυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων, ὅσοι τῷ Ἰγνατίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πατριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων ὀνομαστότατον. τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ’ ἔτυχε παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων σταλέντας , κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γενέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροισθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας, καὶ ποι τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ πῃ συμβέβηκε.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
