Ancient Greek
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.5.1
Not analysed yet
Τὸ δ’ ἔθνος τῶν Ῥὼς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ τῇ Βυζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ’ οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. ἀλλὰ καὶ οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν ,ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ’ οὐδὲν τῶν ἱππηλάτων ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππηλάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν ,ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χώραις τῶν Ῥωμαίων εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον ,Λοῦλον κεκλημένον ,καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, ,ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰγιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν, καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἶ ἐν ταῖς χώραις διὰ βραχέος εἰ ὀχυρώματα συνέκλειον ἑαυτοὺς καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ τοῦ βουνοῦ τοῦ ἁγίου Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο γνῶσις. ἔνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο. κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ λιτότητι ἔχαιρον, σοβαρότητος δ’ ἀντεποιοῦντο καὶ ὄγκου βασιλικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι, συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ ,καὶ τοῦ ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἱ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ, καὶ ἐν τῆ οἰκίᾳ αὐτῆς γεγονὼς καὶ συμμετασχὼν τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορθῶν ἐβρενθύετο, τοῖς δ’ ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ μῖσος ὑπέτρεφον κατ’ αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἱ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον ,οἱ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς, ἢ ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολλήτοις παρ’ αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδίδουν τούτου τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλὰ πάντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα. ἥκει δ’ ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ Βασιλείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ,