Ancient Greek
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.7.1
Not analysed yet
Ποτὲ δετῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βασιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε, καὶ ἐώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει, καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον ,ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ’ αὐτοῦ ἀντεπεβουλεύετο. ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου ναὸν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος, ἀξόμενος ,καὶ ἤδη τῷ θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος ,καί τινα τῶν ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὁ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ Καῖσαρ ἐκείνῳ συνεξεστράτευσε, καὶ πυκνὰς κατ’ αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἷ περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ’ ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἶ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας δέ ποτε τοῦ Βᾶ ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος καὶ δορυφορίας πολλῆς, καὶ τῷ βασιλεῖ προσελθόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς καὶ ἰδὼν τὴν χεῖρα τοῦ Βασιλείου, καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ’ οἶ κατ’ αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἶ ἄλλοι ἀναθαρσήσαντες ὢ μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν, καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν. ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος, εἰς τὸ Βυζάντιον ἐπανέζευξε ,καὶ ζεύγνυσι τῶ Βασιλείῳ Εὐδοκίαν τὴν θυγατέρα τοῦ Ἵγκηρος, ἥτις αὐτῷ τῷ κρατοῦντι πρῴην ἐπαλλακεύετο · εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περιθεὶς αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐδοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέγετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο. ἱππηλασίαις δὲ καὶ συμποσίοις ἁ εἰ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς μεθυσκόμενος καὶ τόν φρενῶν ἐξιστάμενος, ἃς οὐ δ’ ἑ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ Εὐδοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα πρόσ’ ληφθεὶς παρὰ τοῦ κρατοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ βασιλεῖ ἐξεθείαζεν αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιοχήσαντα. ὁ δέ, ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο, ἡσθεὶς τοῖς ἐπαίνοις ,ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλαβουμένου καὶ πρὸς τὸν Βασίλειον ἐνορῶντος, ὁ βασιλεὺς ἐχαλέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑποδήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ ἔφη χολούμενος τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παράσημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι, ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;” ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῆ βασιλείᾳ καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν, ἐτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο, καὶ τῷ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν ἅγιον Μάμαντα βασιλείοις χειραγωγούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοίτῶνος κατέαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφόμενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας παραλαβὼν ἄπεισι. τῶν δὲ προκοιτούντων ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων ,θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαὴλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω ταύτας ὁ ξιφηφόρος πλήξας ἀπέκοψε, καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκροσφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον ἰδὼν εἰσεπήδησε, καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προήνεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.