# Epitome historiarum (lib. 1‑18) 16.8.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/16.8.1

Τῷ μὲν οὑν Μιχαὴλ οὕτως ἐπιλέλοιπε τὸ βιώδιμον ἀξίως τῆς αὐτοῦ βιοτῆς. ὁ δὲ Βασίλειος αὐτίκα εἰς τὰ βασίλεια παρεγένετο, καὶ τούτων γενόνενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοιτῶνός τινα κηδεπῦσαι τὸν Μιχαὴλ. ὃς ἀπελθὼν εὗρε τὸν δείλαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι, καὶ ἀπαγαγὼν αὐτὸν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν τῇ μητρὶ μὲν ἐβασίλευσεν ἔτη δέκα καὶ τέσσαρα , ἕν δ’ ἐπὶ δέκα ἦρξε μόνος αὐτός. ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ πάντων αὐτοκρά- τωρ ἀναρρηθείς, τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτερον εὕρητο ἤ μόνα χρυσίου κεντηνάρια τρία. βουλῆς οὖν προτεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι ταῦτα ἢ τό γε δὴ μετριώτερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράττετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν. εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βασίλειος καὶ τῆς ἀναιμάκτου θυσίας μετασχεῖν βουληθείς, ἐκωλύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνατίου κατασπασθέντος τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα τοῦ Καίσαρος, καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου τοῦ θείου ἐπιβατεύσαντος , Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει γοῦν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης περιωπὴν τὸν θεῖον Ἰγνάτιον. ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἱ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέπειτα δὲ καὶ τὸν τρίτον Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι , νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε. κατὰ δὲ τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ’ ἂν καὶ αὐτός, εἰ μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βασιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστοφόρον κατὰ τῶν Ἀγαρηνῶν εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν. ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος, καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐτῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην πολλῆς καὶ ἄλλως δυσάλωτον , ἄρας ἐκεῖθεν ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα, ζεύξας τοῦτον ναυσὶ διεπέρασε, καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος, καὶ φρούρια ἑλὼν ἕτερα, καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος , τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελήλυθε , καὶ διὰ μέσης θριαμβεύσας τῆς πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν, καὶ αὐτὰς ἐληίζετο. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην αὐτῷ συμβαλεῖν οὐκ ἔκρινε δείν’. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλεκόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ ἐπαγόμενος , οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἶ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισαμένων έν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειληφότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγαθοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν τῶν στρατηγῶν στρατιώταις. ὡς δ’ ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἶς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος ‘‘ἔνα τί μάτην” φησί ‘‘συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ’ ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν πολεμίων παρόντων; ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατεστρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ’ ἐζωγρήθησαν, καὶ τῷ βασιλεῖ ἐστάλησαν δέσμιοι, καὶ αὐτὴ δ’ ἡ κεφαλὴ τοῦ Χρυσόχειρος. Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα , οἶ δὲ τούτῳ συνομοσάμενοι αἰκισθέντες καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
