# Epitome historiarum (lib. 1‑18) 17.16

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.16

Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῶ βασιλεῖ καὶ θαμὰ τῆς του λογιζομένου παραφορὰς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ’ ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παραπετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τεταγμένοι αὐτὸν περιίσταντο, οἱ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς, πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον , εἷλκον ἐπ’ ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα, καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος ὅτι οἷα ἀνθ’ οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπιγινομένου ᾐσχύνετο πάσχων οὕτω παρ’ ἐκείνης ὁρᾶσθαι, ἢ διὰ τὸ τὴν ἔξιν τοῦ σώματος διεφθάρθαι οἶ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως ἁμάρτημα παρ’ ἐκείνων ἄλλας τ’ ἑ ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο χρημάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος Δημητρίου δεόμενος ἔνα τι τοῦ πάθους εὕρῃ ἀλέξημα· τῷ δὲ καὶ νόσος ὑδερικὴ προσεγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἐώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν αὐτοκράτορα πιθανότησι, καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἔν ἔφεδρος εἴη τῇ τῆς βασιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομάζου- ἡ δὲ μήτ’ ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων θελήμασι καὶ ἄλλως εὔκολος οὖ σὰ καὶ τὴν γνώμην εὐάγωγος, κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γερουσία ἐκ προκηρύγματος, καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μιχαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ’ αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πὰν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ’ ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δὲ ὁ λόγος δηλώσει κατὰ καιρόν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
