# Epitome historiarum (lib. 1‑18) 17.24

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.24

Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησάμενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν ῾Ρὼς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ’ ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῆ, Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι, καὶ τὰ παρ’ ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν γενέσθαι πρὸς ῾Ρωμαιbυς τινάς, πληγαὶ δ’ ἐπηκολούθουν 30 ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ’ αὐτοῖς συνηρίθμητο. τοῦτο τῷ τῆς χώρας ἄρχοντι πρό- φασις τῆς καθ’ ἡμῶν συγκινήσεως γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάδ.ενος, ἃ παρ’ αὐτοῖς μονόξυλα λέγονται, σφόδρα πολλά, καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον ῾Ρωμαίοις ἐπέσεισε πόλεμον, καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ’ ἔγνω τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ’ αὐτοῖς τοὺς πρεσβεύσοντας κα- ταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέγονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο, καὶ ἀτίμως αὐτοὺς ἀπεπέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ’ ὄν, φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος, καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκάφεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ τῆς ἡμέρας παρῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριήρων ἐκἐλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λαβεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν’ αὐτοὺς εἰς πόλεμον ἐπισπάσηται. ὁ δ’ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν, ἀλλὰ καθαρᾷ ναυμαχίᾳ, καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατέφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει παρειληφώς. ὡς δ’ οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλ- κάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπιούσας οἱ βάρβαροι οὐκέτι μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν. συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι, καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ’ ὑφάλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
