# Epitome historiarum (lib. 1‑18) 17.29

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.29

Ἡ δὲ βασιλὶς Θεοδώρα ἔξωρος τῆς αὐταρχίας κρατήσασα βασιλέα τοῖς πράγμασιν ἐπιστῆσαι οὐκ ἤθελεν, ἀλλ’ ἡδυνθεῖσα τῇ ἐξουσίᾳ, παρ’ ὅσον ἐπεβίω τῇ βασιλείᾳ καιρόν, αὐτὴ τῶν ὅλων ἦν ἐγκρατής, πρὸς τοῦτο καὶ παρὰ τῶν αὐτῆς θεραπόντων ἐμβιβασθεῖσα, οὓς καὶ ταῖς μεγίσταις ἐπέστησε τῶν ἀρχῶν. τὴν δὲ τῶν πολιτικῶν πραγμάτων διοίκησιν τῷ συγκέλλῳ Λέοντι, ὃς Παρασπόνδυλος ὠνόμαστο, ἐνεχείρισε, τὸ πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπηρετήσαντι. ἡ δὲ προυκάθητο ἐπὶ βήματος, καὶ ἐχρημάτιζε πρέσβεσι καὶ ἦν ἀρχαιρεσιάζουσα καὶ δίκαις ἐνθεμιστεύουσα καὶ ψήφους ἐκφέρουσα καὶ διαιτῶσα δημοσίαις καὶ κοιναῖς ὑποθέσεσι, καὶ εὔδαιμον ὑπῆρξεν αὐτῇ τὸ αὐτοκρατές. οὔτε γάρ τις ἀντῆρε χεῖρα αὐτῇ οὔτ’ ὀλιγώρως πρὸς τὰ ἐκείνῃ δεδογμένα ὤφθη διατεθὲν τὸ ὑπήκοον οὔτ’ ἔθνος τότε κατὰ Ῥωμαίων κεκίνητο, ἀλλὰ καὶ εὐκρασία γέγονε τῶν ὡρῶν καὶ ἡ γῆ τοὺς καρποὺς ἀφθόνους ἐξήνεγκεν. ἔξωρος δέ, ὡς εἴρηται, καὶ πλήρης ἡμερῶν ἡ βασιλὶς αὕτη τῶν σκήπτρων κρατήσασα ὅμως μακροὺς ἔτι τῆς ζωῆς ἑαυτῇ ἐπεμέτρει ἐνιαυτούς. εἶχε δὲ καὶ τὸ σῶμα ἐρρωμενέστερον καὶ μὴ ῥᾷστα πόνοις καμπτόμενον. ἐπεὶ δὲ καὶ ταύτην κατήπειγε τὸ χρεών, εἰ καί τινες αὐτῇ μοναχοὶ αἰῶνας ἔτι ζωῆς ἐπηγγέλλοντο, καὶ νόσῳ περιεπεπτώκει δεινῇ, ἡ τοῖς Ἀσκληπιάδαις ὠνόμασται εἰλεός, καὶ τοῖς περὶ αὐτὴν αἶ ἐλπίδες αἱ περὶ αὐτῆς ἀπεγνώσθησαν, συλλεγέντες βουλεύονται τίνα ἂν εἰς τὴν ἀρχὴν ἀντεισάξωσιν, ὃς αὐτοῖς τὴν εὐετηρίαν τηρήσει καὶ τὸ εὐτύχημα. ἔδοξεν οὖν πρὸς τοὺτο σφίσι κατάλληλος ὁ στρατιωτικὸς Μιχαὴλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονώς, πρὸς πραγμάτων δὲ καὶ τοσαύτης ἡγεμονίας μεταχείρισιν ἀποπεφυκὼς ἔκ τε φυσικῆς νωθείας καὶ ἀφελείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου παρεξετάθη ζωῇ. ἤδη γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνόμαστο, ἀλλὰ πρεσβύτης. τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆσαι τῇ βασιλείᾳ. ἡ δὲ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὁρκίοις προκαταληφθέντα φρικώδεσι μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας οἰκονομήσασθαι διοικήσεσιν. ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐπέλιπε, μοναρχήσασαν ἔτος ἔν ἐπὶ ἐννέα μησίν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
