# Epitome historiarum (lib. 1‑18) 17.3.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.3.1

Ὁ δέ γ’ ἑ Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρᾐνει μαχέσασθαι, καὶ ἤ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε , τὸ δὲ πλῆθος ἐπῄνεσε, καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσπλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγίνοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ’ ἐφράσατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόων, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἡρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ φυγῆς παρέσχετο δόκησιν , καὶ εἴποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐπιστροφῆς δέδωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἢν. λέγεται δὲ θειοτέρας ἐπικουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιξόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. ἦ ’ν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελουμένη μνήμη τρέπονται οὑν οἱ Σκύθαι, καὶ πρὸς τὴν πόλιν ὡρμήκεσαν · ἀλλ’ ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή, ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ’ ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἶ δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν. ἐντεῦθεν γύναιόν τι εὐλαβείᾳ συνεξηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ’ ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προιοῦσαν καὶ προπεμπομένην ὑπό πολλῶν, ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προιόντων αὐτῆς ‘‘κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον.” ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἤν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ’ ὁ βασιλεὺς τῆς βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών , ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελθεῖν ἐξαιτούμενος καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν, ᾐτήσατό τ’ ἑ τοῖς Πατξινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥὼς οἴκαδε ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτ’ ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλ- λοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν ῾Ρὼς ἀπηγόρευσαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
