# Epitome historiarum (lib. 1‑18) 17.6.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.6.1

Ἀντωνίου δὲ τοῦ πατριάρχου τὴν ἱερωσύνην ἀπειπαμένου, ἣν ἐπὶ ἔτη ἥνυσεν ἔξ. καὶ μετὰ μικρὸν τελευτήσαντος τέσσαρσι πρὸς τῷ ἡμίσεί ἐνιαυτοὺς ἀρχιερέως ἡ ἐκκλησία ἐχήρευεν, εἶτα ὁ Χρυσοβέργης Νικόλαος προκεχείριστο. τὰ δὲ Βουλγάρων αὖθις κεκίνητο· ὡς γὰρ ἡ τοῦ Τζιμισκῆ καγήγγελτο τελευτή, τέσσαρσιν ἀδελφοῖς ἀνατιθέασι τὴν σφετέραν ἀρχήν, Δαβέδ, Μωυσῇ, Ἀαρών τε καὶ Σαμουὴλ, οἳ κομητόπωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ’ αὐτοῖς ἐπισήμων καὶ λε- γομἐνων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παίδων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ ῾Ρωμανοῦ , ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν Δαβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται, καὶ θνήσκει εὐθύς. τὸν δ’ Ἀαρὼν παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουὴλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ ῾Ρωμαίων αἱρούμενον, λέγεται γὰρ καὶ ἀμφότερα, ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισωθέντος, ὃς Σφεν- δοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν ῾Ρωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκός τὰ τῆς ῾Ρω- μαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἄμα καὶ τὰς πόλεις περιποιοῦ μένος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου, καὶ δι’ ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρατείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ’ εἰσελθὼν τῇ πολιορκίᾳ τῆς Σαρδικῆς, αὕτη δ’ ἐστὶν ἡ Τριαδίτξα, ἐπιχειρεῖν ἡτοιμάξετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος, καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι’ ἑαυτοῦ τοὺς πολέμους διατιθέμενος, καὶ οὔτ’ αὐτὸς οὔθ’ οἶ λοιποὶ στρατιάρχαι ὢ ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἶ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα, καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βασιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γ’ ἑ Σαμουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς, οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι, καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδών, δειλίαν ἔκρινε τὸ πραττόμενον , καὶ ἔπεισι τοῖς Ῥωμαίοις, καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε, καὶ τῆς τ’ ἑ παρεμβολῆς ἐκράτησε καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιππούπολιν διασέσωστο, κἀκεῖ τὸν Μελισσηνὀν εὑρηκὼς κατὰ τοῦ Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ γῇ. ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς, ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καἰ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι’ ἕτερ’ ἄττα, ἐν τῷ Χαρσιανῷ συναθροίζονται, καὶ τῷ Φωκᾲ Βάρδᾳ διάδημα περέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὑ διετίθεντο. ὁ δέ γε Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυθείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἰναργος ὄνομα, λόγοις παρακινήσας τὸ Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ’ αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ’ ἡττήθη ὁσάκις σφίσι προσέμιξε, καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους καταφεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τεῖτο τὸν πόλεμον, εἶτ’ ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς ῾Ρωμαίοις ὑπέσ- χετο τὸν πόλεμον ὑπελθεῖν. καὶ ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο ἴ’ καὶ ὡσεὶ τρισχίλιοι συνηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν, καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ’ ἔκρινεν οὔτ’ αὐτὸς οὔθ’ οἱ μετ’ αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς ὢ φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε, καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο , τῶν ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
