Ancient Greek · ~26 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.7.1
Not analysed yet
Ὁ μὲν οὖν Σκληρὸς καὶ οἶ σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασιλειῶντα καὶ τυραννίδος ἁρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς. ὁ δὲ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύχοιεν, ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσεκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν ,καὶ τὰς συνθήκας ὅρκοις καθ’ ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ’ ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαιρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον ἴ’ καθείργνυσι δὲ καὶ φρουρὰν ’ρᾶν αὐτῷ περιίστησιν. ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο κραταιότερον. ὁ μέντοι Σκληρὸς προμηθευό- μένος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρό τοῦ κατασχεθῆναι πρὸς τοῦ ὦκά τὸν ὒ ἰὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ, ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρατοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς. ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πατρίκιον τάξας τὸν Δελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκπέμπει Χρυσόπολιν ,αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι Δελφινᾷ ἐστρατοπεδευκότι κατὰ χρυσόπολιν λῖν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ, κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο, καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε ,καὶ αὐτὸν τὸν Δελφινᾶν χειρωσάμενος ἁνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ ἀδελφοῦ Κωνσταντίνου. καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ’ ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρρυνεν, ὃν ὁ Φωκᾶς θεασάμενος κατ’ αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον καταβαλεῖ, ἔσται τὸν ἀγῶνα νενικηκός. ἀλλ’ οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἶ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἶ δὲ εἴς τινα λόφον ἐκκλῖναι ,καὶ ἀποβάντα τοῦ ἵππου ἐκταθῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βασιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε · τοῦτο δ’ ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ ἐδόξαζον κατεργασθῆναι αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ’ αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἶ μὲν ἐκτείνοντο καταλαρβανόμενοι, οἱ δ’ ἐζωγροῦντο, καὶ συσχεθέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν. ὁ δὲ ἀλλοιότερος ἦν ἡ τὸ πρότερον. σοβαρός τε γὰρ ἐγεγόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε ,καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος, καὶ οὐ τοῖς ἄλλοις μόνον τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῶι ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν, καὶ μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οίκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπραγμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφίζετο καὶ τοῦ παρ’ ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο ,καὶ οὐκ ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν, ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν. ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρός, καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς, καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας διοίκησις τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπεσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώμενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότη- σιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ, καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ οὐχ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ ,καὶ θήραις καὶ ἡλικιωτῶν συνουσίαις οἶς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως. ὁ δέ γε Σκληρὸς τοῦ Φώκα θανόντος λυθεὶς τῆς εἱρκτῆς εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πάλιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχαραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν αἔμασι χραίνειν, καὶ τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασίλειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδόμενος ἑκατέρωθεν ,τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται “ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγοτ’́μενος.” οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι πρὸς τὸν αὐτοκράτορα, καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. έγγίσαντος δὲ τοῦ 223ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς, τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέδιλα οὐκ ἀπέθετο, ἢ γὰρ λάθετ᾿ ἢ οὐκ ἐνόησεν, ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώ- του στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπίφθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινωνησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ’ ἐν ἀξίαις ἦν εἴτ’ ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν. ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας Θεσσαλονίκην νος ἐπὶ τὴν Θρᾴκην ἐξῄει, καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε, τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος καταλείψας δ’ ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος, καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουροπαλάτου Δαβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔνθαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβόμενος, καὶ τὸν τοῦ Δαβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸν ἐκείνου παῖδα λαβών, ἐπὶ Φοινίκην ἐχώρησε, καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς Δαμάσκου καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ Δάφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ’ αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε, καὶ ὁμήρους κἀκ τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτω.