# Epitome historiarum (lib. 1‑18) 17.8.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.8.1

Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβἐργη ἐπ’ ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερω- σύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος, προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς , τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε. τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου , ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρχοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνωμένου παρὰ τῇ ἄντικρυς ἠπείρῳ ηὐλίσατο. ὅτι δ’ ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν , ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας, καὶ κατά τινα τόπον βατὸν ’ν κατανοήσας τὸν ποταμόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς, καὶ ἀφροντιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ, καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν σώμασι, καὶ οὕτω λαθόντες διέφυγον. εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε στράτευσε κατὰ τῶν Βουλγάρων, , καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ Δοβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν αὐτῶν φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολίτξαν ὡς βραχὺν τὴν ἡλικίαν ὠνόμαζον, ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ' αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ Ἁδριανουπόλει ἀθρόον, καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ’ ἑαυτὸν ὁ βασιλεὺς ποιησάμενος καὶ ἐπανερχόμενος κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιξόμενον. ὁ Βαρδάριος οὕτω παρὰ τοῖς παλαιοῖς ἀνομάξετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέον τος ἀμελῶς οἱ βάρβαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι’ αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον , καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου σκηνῆς καὶ τῆς παρεμβολῆς ἀπάσης σὴς διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων, ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπί- στευτο. εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας λείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν · τοῦτο δ’ ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τούτου δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρθεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο, ἐδείκνυτο, καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ’ ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομοθέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέφετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους χρημάτων ταῦτα πλήρη πεποίηκε. φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐναποτεθησαυρίσθαι αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ’ ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὁ ’ς τῶν ταμείων αὐτῷ πληρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας κἀς ὀρύξας λαβυρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν, τῶν τε ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἶ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἔν’ ἔχοι τοὐπίσημον ᾗπερ ἐν προόδοις ἐκέχρητο, καὶ ὅτ’ ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δημοτελῆ ἐτέλει πανήγυριν. οἱ δ’ ἄλλοι τοῖς ταμείοις ἐναποκείμενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ’ ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ’ ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ’ ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος , ἡ δ’ ἱστορία ἐχέσθω τῶν ἐπ’ αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
