# Epitome historiarum (lib. 1‑18) 17.9.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/17.9.1

Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας σπονδὰς τόν τε έν Ἱεροσολύμοις ναόν , ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοωαστήρια. ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράιζε. μὴ δυνάμενος δέ γ’ ἑ ὁ Σαμουήλ ἀντιπαρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι, τάφροις τὰς εἰσόδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν οὖ ’ν ὁ βασιλεὺς αὖθις, καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον, πλὴν οὐκ ἀπέστη τῆς ἐγχειρήσεως, ἀλλ’ αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ’ αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μηχανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι’ ὀρῶν καὶ δυσχωριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἱ τῷ ἀθρόῳ περιδεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ’ ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτίθεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα ῥήγνυσι τὸν φραγμόν, καὶ δίεισι καὶ διώκει, καὶ πολλοὺς μὲν ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δοριαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμοῦ μένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ’ ἑκάστῃ ἑκατοστύι ἕνα καταλιπὼν ἑτερόφθαλμον , ἴν’ εἴη τούτοις χειραγωγός , καὶ οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὑς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκόν, ἰλιγγιᾷ τ’ ὁ καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀν’ ἐνεγκὼν χαρδιωγμω περιπίπτει καί θνήσκει. η δε των Βουλ- γάρων ηγεμονία τω υ φ αυτού τω Γαβριήλ τω χαί Ρωμανω περιήλθεν, ο ν ούπω ένιαντόν αρξαντα ό νιος τού πατραδέλφον αυτού Ααρών ό Β λάδια Σλά- βος 'Ιωάννης, διώνυμος γαρ χαϊ ούτος ην, άπέχτεινε. διελθών δε τό έν ταΐς δυΰχωρίαις έρνμα ό αυτοκρά- τωρ, ώς είρηται, άλλα τε φρούρια ε'χειρώΰατο έρυ- μνά και τους εν αντοίς Βουλγάρους, χαϊ ηχεν εις Μοσυνούπολιν, οπον αν τ ω η τού Σαμουήλ τελεντη άπηγγελη. άρας ονν αντίκα προσβάλλει τη Βονλ- γαρία, και πόλεις τε αυτής αίρει χαί φρούρια, ό δε γε τού Σαμονήλ ν ίο ς ό 'Ρωμανός τε χαϊ Γαβριήλ, ονπω γαρ άνήρητο, π ία φας προς τον βαβιλία δον- λωβιν νπιβχνεΐται' μετα δε τινα καιρόν τού τον Γαβριήλ άνελ.όντος 'Ιωάννου τού Βλαδισθλάβον ράπων αφίκετο, εναγγελιξό μένος την άναίρεαιν τού νίού τού Σαμονήλ καϊ γράμματα κομίζων ίπαγγελ- λόμενα τω βαΰιλεΐ δονλωαιν, προαερρύηΰαν δε αύτω και πολλοί των ίπιαήμων παρά Βουλγάροις. γνούς μέντοι τον Βλαδιαθλάβον ό βαΰιλενς ου κατά τάς ἐπαγγελίας διανοονμενον, έπήλθεν αὗθις τη Βουλ- γαρία, καὶ πολλάς μίν αυτής έληίαατο χώρας, την δε της 'Αχρίδος πάλιν, έν η τα βαβίλεια τοις των Βουλγάρων ωκοδόμηντο άρχηγοΐς, πολιορκία λαβών καὶ ετερα φρούρια δια ατρατηγών, έπανε'ξενξεν εἰς την Κωνΰταντίνον. καὶ αὗθις δε κατά Βονλγάρων έοτράτενσε, χαί αὖθις φρούρια τε και πολλούς των βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ξωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰωάννης καὶ Βλαδισθλάβος κατὰ τοῦ Δυρραχίου ἐξώρμησε, καὶ πολιορκῶν αὐτὸ πίπτει , ἄρξας ἔτη δύο καὶ μῆνας πέντε. ὃ μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι, καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παραδιδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριάκοντα, καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ προσερρύησαν. Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας Δαβίδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη , εἰ ὥνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἴξ, καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσῆλθον τῷ βασιλεῖ. ἦσαν δ’ οὗτοι ὁ Προυσιανὸς καὶ ἄμφω οἱ ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιανὸν ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ’ ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλγαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος , τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια, καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέξευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ ταινιωθεὶς ὀρθίᾳ, ἣν τούφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄνθρωπος, τῦφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους , καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλληλέγγυον οὐ κατεδυσώπησε , καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιήσειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέργιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας νᾶς ἔτη, μετέθετο τὴν ζωήν , καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιερεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε. τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ καὶ τὰ τῶν χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγονότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς Βάρδα τοῦ Φώκα οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων τῶν ἐσβέσθη ἀποστασία , τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς ἀβασγοῖς, καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγόν, εἶτ’ αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥωμαῖοι, καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβηρίας ἀπέδρα βαθύτερα, καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν. ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ’ οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα · ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ’ ἔτεσιν ὀκτώ. τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ, καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο , κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδομήκοντα ἐπὶ δυσίν , αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα καὶ πρὸς ἔτεσι · τοὺς γὰρ ἄλλους συνεβασίλευσε τῷ πατρί, εἶτα τῷ Φωκᾷ, καὶ μετ’ ἐκεῖνον τῷ τξιμισκῇ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
