# Epitome historiarum (lib. 1‑18) 18.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/18.1

Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις, καὶ μάλιστα τοῖς τούτων ἐξόχοις , οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέχρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὅντε καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος, καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἕνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ καλῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον καὶ ἐπέπληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ’ ἐφείσατο ὕβρεων, ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων ἐκεῖ νῷ ὑπεραπολογήσασθαί τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ’ ἐπ’ ἐκείνους τῆς γλώττης οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαὴλ , αὐτοῖς δὲ μηδ’ ἐν λόγοις τὸ εὐμενὲς ἐνδει- κνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο. ἀλλ’ ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ’ ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγγένειαν, καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον. τὸ δ’ αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ ἴ’ ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ’ ἔμαθε στρατιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλλεσθαι κατ’ αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν, καὶ μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκεδασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά τινα συνθέντες ἐπῇ δὸν αὐτῷ· τὰ δ’ ἦσαν, ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε. καὶ ταῦτα μὲν ἔσχον οὕτως.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
