# Epitome historiarum (lib. 1‑18) 18.15.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/18.15.1

Ἐν τούτοις δὲ λυθεὶς τῆς αἰχμαλωσίας ὁ Διογέ- νης ἀγγέλλεται· κομίζεται δὲ καὶ ἰδιόγραφος ἐκείνου ἐπιστολὴ τὰ αὐτῷ συμβεβηκότα διδάσκουσα. τοῦτο μείζονα θροῦν ἦρε, καὶ ἀπορία πάντας εἶλε τοῦ τί ἂν δέοι δρᾶν. ὁ γοῦν Καῖσαρ Ἰωάννης καὶ οἱ ἐκείνου υἱοί, ἀεί, ὡς εἴρηται, ἐγκοτοῦντες τῷ Διογένει, ἁρπάζουσι τὸν καιρόν, καὶ προσλαβόμενοι τῶν τῆς συγκλήτου ἐνίους, ὅσοι ὡμοφρόνουν αὐτοῖς, ὧν ἐξῆρχεν ὁ ὑπέρτιμος ὁ Ψελλός, δύσνους καὶ αὐτὸς τῷ Διογένει τυγχάνων, τὴν βασίλισσαν Εὐδοκίαν εἰς τὴν παρ’ αὐτῆς δομηθεῖσαν μονὴν κατὰ τὸν ἐν τῇ Προποντίδι πορθμὸν περιορίζουσι, τὸν δὲ Μιχαὴλ ἀνακηρύττουσιν αὐτοκράτορα. εἶτα πανταχοῦ διαπέμπονται βασίλεια γράμματα μήθ’ ὑποδέχεσθαι μήτε τιμῆς βασιλικῆς ἀξιοῦν ἐπανιόντα τὸν Διογένην κελεύοντα. τούτου δὲ τοῦ βουλεύματος εἰσηγητὴς γῄτης ὁ Ψελλὸς γέγονεν, ὡς καὶ αὐτὸς ἐν τῇ περὶ τούτου φησὶ συγγραφῇ. ὅπερ ὁ Διογενὴς μαθών, τὴν Δόκειαν κατασχών , φρούριον δ’ αὕτη, παρ’ αὐτῇ ἐστρατοπεδεύσατο. καὶ ὁ Καῖσαρ τῶν σφετἐρων ρων υἱέων τὸν νεώτερον τὸν πρόεδρον Κωνσταντἴ- νον στέλλει κατὰ τοῦ Διογενοῦς μετὰ δυνάμεως. ὁ δὲ Διογενὴς εἰς Καππαδοκίαν ἀφίκετο. προσγενομένου δὲ τοῦ Κρισπίνου, Φράγγος δ’ οὗτος, σὺν ὁμοφύλοις τῷ Κωνσταντίνῳ, ὁ Διογενὴς Θεόδωρον τὸν Ἀλυάττην κατ’ αὐτῶν ἐξαπέστειλεν. ὁ δὲ συμμίξας αὐτοῖς ἡττήθη, καὶ ἁλοὺς ἐξεκόπη τὰ ὄμματα. τοῦτο τὸν Διογενῆ λίαν ἠνίασεν. ὄντι δ’ ἐν τῷ Τυροποιῷ, τοῦτο δ’ ἐστὶ φρούριον ἐρυμνότατον, πρόσεισιν αὐτῷ τῆς Ἀντιοχείας ὁ δούξ· οὗτος δ’ ἦν ὁ ἐξ Ἀρμενίων ὁ Χατατούριος, στρατιώτας συχνοὺς ἐπαγόμενος. παραλαβὼν οὖν τὸν Διογένην οὗτος καὶ εἰς Κιλικίαν ἀπαγαγὼν ἐκ τοῦ Σουλτὰν ἐκαρα- δόκει βοήθειαν, καὶ αὐτὸς δὲ συνήθροιζε στράτευμα. στέλλεται οὖν αὖθις κατ’ αὐτῶν ὁ πρεσβύτερος τῶν παίδων τοῦ Καίσαρος ὁ πρόεδρος Ἀνδρόνικος, καὶ εἰς Κιλικίαν γενόμενος τῷ Χατατουρίῳ συρρήγνυται, καὶ ἀναιρεῖται μὲν ὁ Χατατούριος, οἱ δὲ περὶ ἐκεῖνον εἰς Ἀδαναν συμπεφεύγασιν, ἔνθα ὁ Διογένης διέτριβε. περικαθίσας δὲ τὴν πόλιν ὁ Ἀνδρό- νῖκος ἐπολιόρκει αὐτήν. εἶτα ἐπὶ συνθήκαις ἑαυτόν ὁ Διογενὴς παρέδωκεν· αἱ δὲ συνθῆκαι, ἀποθέσθαι μὲν τὴν βασιλείαν αὐτὸν καὶ ἰδιωτεύειν τὴν τρίχα κειράμενον. ἐπὶ ταύταις γὰρ καὶ ἀρχιερεῖς ἐστάλησαν πρὸς τοῦ βασιλεύοντος, πληροφορίαν ἔνορκον διδόντες αὐτῷ ὡς οὐδέν τι πείσεται ἄχαρι. θαρρήσας οὖν τούτοις ὁ Διογενὴς ἔξεισι μελανείμων, καὶ ἑαυτὸν ἐγχειρίζει τῷ Ἀνδρονίκῳ. ὁ δὲ τοῦτον λαβὼν ἐπανῄει, καὶ εἰς τὸ Κοτυάειον ἀφικόμενος προσέμενεν ἐν αὐτῷ, ἕως ἂν αὐτῷ κελευσθείη τὸ ποιητέον, τοῦ Διογενοῦς νοσηλευομένου ἐκ πόσεως φαρμάκου δηλητηρίου ἐπιβούλως κερασθέντος αὐτῷ. ἐκεῖ τοίνυν ἐπέμφθη βασίλειος ψῆφος, τοῦ φωτὸς στερηθῆναι τὸν μηδὲν ἠδικηκότα κελεύουσα. καὶ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο, παρόντων καὶ τῶν ἀρχιερέων καὶ ἐν δεινῷ ποιουμένων τὴν εἰς τὸν ἄνθρωπον συμφοράν, μηδεμιᾶς μέντοι ἀξιουμένων ἐπιστροφῆς. ὠμότατα δὲ τὰ ὄμματα ἐκκοπεὶς καὶ μηδ’ ἐπιμελείας τῆς δεούσης τυχών, διῳδήκει τὴν κεφαλήν, καὶ αἱ πληγαί οἱ ἐξέζεσαν σκώληκας καὶ ὁ ἀὴρ ὁ περὶ ἐκεῖνον δυσωδίας μεμέστωτο ἐκ τῆς σήψεως. οὕτως οὖν κακῶς διακείμενος εἰς τὴν καλουμένην Πρώτην νῆσον ἀπάγεται, ἐν ᾗ σεμνεῖον ἀνήγειρε περὶ τὸ τῆς νήσου μετεωρότερον. βραχύ τι τοίνυν ἐπιβιώσας ἐκεῖ τὸν χοῦν ἀποτίθεται ἐν αὐτῇ, παρὰ τῆς βασιλίδος Εὐδοκίας λαμπρότατα κηδευθείς, βασιλεύσας ἔτη τρία καὶ μῆνας ὀκτώ. λέγεται δὲ τὰ εἰς τὸν ἄνδρα τοῦτον γενόμενα πάντα τοῦ Καίσαρος εἶναι διαταγάς, μηδὲν εἰδότος τοῦ αὐτοκράτορος τοκράτορος Μιχαὴλ. ἦν γὰρ χαῦνος ἄγαν τὸ ἦθος ὁ βασιλεὺς καὶ ἀνειμένος καὶ πρὸς μεταχείρισιν πραγμάτων καὶ τῶν τυχόντων ἀδέξιος, πολλοῦ γε δεῖ πρὸς βασιλείας διοίκησιν. κἀντεῦθεν τῆς εὐηθείας ἐκείνου κατατρυφῶν ὁ θεῖος αὐτοῦ καὶ Καῖσαρ πάντα τὰ εἰς τὸν Διογένην ἐτύρευσεν ἐγκοτῶν τῷ ἀνδρί. Ἀποπεφυκὼς δὲ ὁ βασιλεὺς Μιχαὴλ πρὸς πρὸς τὴν

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
